Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων,
καὶ ἀθέων αἱρετικῶν,
καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
(Ἀποσπάσματα)
Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. Διὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ τῶν μακαρίων ἀποστόλων· καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ ἀσεβεῖς, καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι, καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ, καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, καὶ ὁδηγοὶ τυφλοί, καὶ πλανῆται, καὶ πονηροί, καὶ ἀντίχριστοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ, καὶ ζιζάνια, καὶ ἄθεοι, καὶ πνευματομάχοι, οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· Δι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου.
Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί· τουτέστι, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφητείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ γὰρ δύναται δένδρον σαπρὸν ποιεῖν καρποὺς καλούς. Πᾶν γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται. Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν τῶν ἰδίων ἐπιγνώσεσθε· καὶ ἐπιγνόντες, μὴ παραλαμβάνετε αὐτοὺς εἰς οἰκίαν, μὴ ὑποκάμψητε, μὴ ἀξιώσητε λόγου, μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν αὐτῶν· ἀλλὰ προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν. Μηδεὶς ἐξ ὑμῶν ἀποκακήσῃ, ἢ παρέργως ἀκούσῃ· Θεὸς γὰρ ὁ λαλῶν... Ὁρᾷς πῶς πανταχοῦ ὁ Δεσπότης στηλιτεύει καὶ θριαμβεύει τοὺς ἀσεβεῖς, ὅπως ἡμεῖς μὴ πλανηθῶμεν; Ὢ τῆς ἀφράστου συγκαταβάσεως· ὢ τῆς ἀνεικάστου ἀγαθότητος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων τούτων; τί ἀπολογησόμεθα τῷ ἀρχιποιμένι; Ὦ ποιμένες καὶ συμποιμένες.
Δεῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν. Εἰπέ, μακάριε Πέτρε, ὃν ἐμακάρισεν ὁ Κύριος Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εἰπὲ ἡμῖν περὶ τῶν πλανώντων καὶ μελλόντων πλανᾷν τὴν τοῦ Χριστοῦ ποίμνην, ἥν σοι παρέδωκε καὶ ἐπίστευσεν ὁ ἀρχιποίμην καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν· εἰπὲ, ὅσα σοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησεν, καὶ στήριξόν σου τὴν ποίμνην· δεῖξον ἡμῖν τοὺς κρυφίους λύκους, καθὼς ὁ καθηγητής σου Χριστὸς ὁ Κύριος. Πέτρος εἶπε· Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι. Καὶ πάλιν λέγει· Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει· κατάρας τέκνα, καταλείποντες τὴν εὐθεῖαν ὁδόν.
Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἀπὸ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται εἰς τὸν κόσμον εἰσεληλύθασι. Καὶ πάλιν λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ' ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. Καὶ πάλιν, Πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει. Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλησίαν, καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεολογίᾳ. Ἰάκωβος εἶπεν· Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι.
Ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα θεοσέβειαν ἀνασχομένην, καὶ ὅτι μὴ τούτους ἔπαυσε μὲν ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσιν. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστίν. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ' ἐκείνων, ὡς εἴρηται, ἐγγραφῆναι γυμνῶς πεποίηκα τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν· καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν ἀφροσύνην τῶν ταῦτα διανοηθέντων, ἀλλὰ καλὸν ἕως τούτων εἶναι τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν. τὰ γὰρ οὕτω φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλεῖον καὶ περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· ἢ τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας, οὐδὲ ταῦτα οἱ πατέρες ἐφρόνησαν. ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγα μνημονεῦσαι· τάχα κἂν οὕτως αἰδεσθέντες παύσωνται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν.
Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας;.
Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ' ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ;». Ἀλλὰ καὶ ὁ «προφήτης Δαυΐδ· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια». Καὶ «Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος... Ἀλλ' ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου Δαυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς. Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις...
Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε... Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλὸν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος...
Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα... Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!
...Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς... Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ... Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.
Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε.
Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν... Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου