Δευτέρα 22 Φεβρουαρίου 2021



 

Εἰ Χριστιανὸς εἶ, 

πίστευε τῷ Χριστῷ·  

εἰ πιστεύεις τῷ Χριστῷ, 

διὰ τῶν ἔργων ἐπίδειξόν μοι τὴν πίστιν. 

Πῶς δὲ ἐπιδείξῃ διὰ τῶν 

ἔργων τὴν πίστιν; 

Ἐὰν καταφρονῇς θανάτου. 

Καὶ γὰρ καὶ ταύτῃ διεστήκαμεν τῶν  ἀπίστων.

 Ἐκεῖνοι μὲν γὰρ καλῶς φοβοῦνται  τὸν θάνατον, 

ἀναστάσεως γὰρ  ἐλπίδα οὐκ ἔχουσι·

σὺ δὲ ὁ πρὸς  βελτίονα ὁδεύων ὁδὸν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖνἔχων, 

ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως 

μὲν θαῤῥῶν,  

ὁμοίως δὲ τοῖς ἀπιστοῦσι  τῇ ἀναστάσει τὸν θάνατον δεδοικώς;  

       (PG 49,71)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου