Κυριακή 18 Μαρτίου 2018

 (Ἅγιος Κύριλλος Ιεροσολύμων, 18 Μαρτίου)



«Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν     ἐντάσσει»  (Ἅγ. Κύριλλος)
     
    «κουε δέ, τίνα λέγουσιν εἶναι τὸν Χριστόν [Ἰησοῦν], ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς… (σ.σ.: Παρόμοιες βλάσφημες ἐκκλησιολογικὲς θέσεις -ὄχι ΜΙΑ, ἀλλὰ πολλές- κηρύττουν σήμερα οἱ Οἰκουμενιστές!). Ἆρα ἔστι τι τούτων ἀσεβέστερον; ἔστι τι τούτων ἀθλιώτερον; Ἐγὼ διηγοῦμαί σοι τὴν πλάνην, ἵνα μειζόνως αὐτοὺς μισήσῃςΦεῦγε οὖν τὴν ἀσέβειαν, μηδὲ χαίρειν λέγε τῷ τοιούτῳ, ἵνα μὴ κοινωνήσῃς τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·καὶ μήτε πολυπραγμονήσῃς, μήτε εἰς λόγους αὐτοῖς ἐλθεῖν θελήσῃς. Καὶμίσει μὲν πάντας αἱρετικούς, ἐξαιρέτως δὲ τὸν τῆς μανίας ἐπώνυμον...· ἀλλὰ διὰ τὰ δυσσεβῆ δόγματα μίσει τὸν τῆς κακίας ἐργάτην, τὸ δοχεῖον παντὸς ρύπου, τὸν πάσης αἱρέσεως βόρβορον ὑποδεξάμενον. Φιλοτιμούμενος γὰρ ἐν κακοῖς ἐξαίρετος γενέσθαι, τὰ πάντων λαβών, καὶ μίαν αἵρεσιν πεπληρωμένην βλασφημιῶν καὶ πάσης παρανομίας συστησάμενος,λυμαίνεται τὴν ἐκκλησίαν, (μᾶλλον δὲ τοὺς ἐκτὸς τῆς ἐκκλησίας) ὡς λέων περιπατῶν καὶ καταπίνων. Μὴ πρόσεχε αὐτῶν τῇ χρηστολογίᾳ, μηδὲ τῇ νομιζομένῃ ταπεινοφροσύνῃ· ὄφεις γάρ εἰσι γεννήματα ἐχιδνῶν. Καὶ Ἰούδας ἔλεγε, Χαῖρε Ῥαββὶ, καὶ προεδίδου. Μὴ τοῖς φιλήμασι πρόσεχε, ἀλλὰ τὸν ἰὸν φυλάσσου. Καὶ ἵνα μὴ μάτην δοκῶμεν αὐτοῦ κατηγορεῖν, ἐν παρεξόδῳ τίς ἐστιν οὗτος ὁ Μάνης εἴπωμεν, καὶ τί διδάσκει ἐκ μέρους· …κλέπτης γάρ ἐστιν ἀλλοτρίων κακῶν, ἐξιδιοποιούμενος τὰ κακά. Καὶ γέγραπται· Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν. Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών. Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐντάσσει».
(Κυρίλλου ΙΕΡΟΣΟΛΥΜΩΝ, Κατήχησις αʹ Φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπτίσματι προσελθοῦσι, 6.12 ΠΕΡΙ ΑΙΡΕΣΕΩΝ).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου