Κυριακή, 24 Απριλίου 2016



           ΓΙΑΤΙ    ΝΗΣΤΕΥΟΥΜΕ;





Τινος ενεκεν νηστευεις;
Μη ειπης ότι δια το Πασχα, μηδε ότι δια τον σταυρον. 
Ου γαρ δια το πασχα νηστευομεν, ουδε δια τον σταυρον, αλλα δια τα  α μ α ρ τ η μ α τ α  τα ημετερα, επειδη μελλομεν μυστηριοις προσιεναι.
Επει το γε Πασχα ου νηστειας εστιν, ουδε πενθος, αλλ’ ευφροσυνης και χαρας υποθεσις.
Ο γαρ σταυρος ανειλε αμαρτιαν, καθαρσιον της οικουμενης εγενετο, καταλλαγη χρονιας εχθρας, ανεωξε του ουρανου τας πυλας, τους μισουμενους φιλους εποιησεν, εις τον ουρανον επανηγαγεν, εν δεξια θρονου εκαθισε την ημετεραν φυσιν, μυρια ετερα παρεσχεν ημιν αγαθα.
Ου τοινυν πενθειν, ουδε κατεσταλθαι χρη, αγαλλεσθαι δε και χαιρειν υπερ τουτων απαντων.
Ει τοινυν αγαπης υποθεσις και καυχημα ο σταυρος, μη λεγωμεν ότι δι αυτόν πενθουμεν. 
Ου γαρ πενθουμεν δι εκεινον, μη γενοιτο, αλλα δια τα οικεια αμαρτηματα.
Δια τουτο νηστευομεν.   

Ιερος Χρυσοστομος, ΕΠΕ, 34,178.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου