Τροπάρια. Ἦχος
δ΄. Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ.
Τοὺς ἀνυμνοῦντάς Σου τὴν
ἄνοδον Κόρη, δι’ ἧς παρέστης ὡς Βασίλισσα πάντων, ἐν δεξιοῖς τοῦ
Σοῦ Υἱοῦ
καὶ Δεσπότου· φρούρει τε καὶ σκέπασον, ἐκ παντοίων κινδύνων, χάριν δὲ καὶ ἔλεος,
καὶ τὴν λύσιν πταισμάτων, ἐξαιτουμένη Πάναγνε ἡμῖν,
τοῖς προσκυνοῦσι, τὴν θείαν Σου Κοίμησιν
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ τῶν περάτων οἱ σοφοὶ θιασῶται,
παραγενόμενοι Σεμνὴ ἐν νεφέλαις, καὶ τὴν
Σιὼν κατέλαβον τιμῶντές Σε· ὅθεν καὶ
προέπεμπον, τὸ Σὸν ἄχραντον
σκῆνος, ὕμνουν δὲ τὴν
ἄνοδον, πρὸς τὸν θεῖον
Υἱόν Σου· Ὃν ἐκδυσώπει
πάντοτε Ἁγνή, δοῦναι τῷ κόσμῳ,
ζωὴν τὴν αἰώνιον.
Ο Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην
Φαραώ.
Ἐκ τῶν περάτων θεαρχίῳ νεύματι, συναθροισθέντες εἰς ἕν,
οἱ τοῦ Χριστοῦ μῦσται,
οἱ πνευματοῤῥήτορες, χορείαν θεοκρότητον,
συστησάμενοι ἅμα, τῇ Θεομήτορι ᾄδουσι, μέλος λιγυρὸν ἐναρμόνιον.
Κήρυκες θεῖοι
καὶ μύσται τῆς χάριτος, σοφοὶ Ἀπόστολοι,
τὰ χρυσαυγῆ σκεύη, τῆς ἀπείρου
γνώσεως, σοφίας τε τὰ ὄργανα, Μήτηρ πάντων Κυρίου, ὕμνον ἐξόδιον ᾄσατε,
καὶ σεπτῶς Αὐτῇ
μεγαλύνατε.
Συναπτικὴ τῶν
διεστῶτων ἕνωσις χαῖρε Θεόνυμφε· χαῖρε
Θεοῦ Μήτηρ, ᾍδου ἡ καθαίρεσις, θανάτου ἡ
ἀναίρεσις· χαῖρε λύσις τῆς λύπης, ποῦ νῦν
ἀπαίρεις Ὑπέρτιμε, πόλις τοῦ Θεοῦ ἐπουράνιε.
Χαῖρε
κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας
πηγή· χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως· χαῖρε
Χριστοῦ παλάτιον· χαῖρε πύρινε θρόνε, πρὸς οὐρανὸν
νῦν ἀπαίρουσα, μὴ
λίπῃς ἡμᾶς
ἐποπτεύουσα.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῇ
φωτοφόρῳ τοῦ Θεοῦ, καθέδρᾳ
τιμιωτάτη, Γαβριὴλ ὁ Ἀρχιστράτηγος
πάλιν, οὐρανόθεν καταβάς, τὸ χαῖρέ Σοι προσφθέγγεται· Εὐλογημένη χαῖρε,
πρὸς θείαν λῆξιν ἀπαίρουσα.
Σὲ τὴν καλὴν Περιστεράν, καὶ
Νύμφην ὄντως τελείαν, ὁ Νυμφίος τῶν ψυχῶν ὁ
ὡραῖος, ὑπεδέξατο
χερσί, πρὸς οὐρανὸν ἀπαίρουσαν,
καὶ πρὸς τὰς αἰωνίους,
Μονὰς ἐσκήνωσε χαίρουσα.
Ὕμνοις ἐξ ὕμνων
οἱ σεπτοί, τῶν οὐρανίων Ταγμάτων, ἀρχηγοὶ τὴν
τοῦ Κυρίου Μητέρα,
παραπέμποντες φαιδρῶς, ἕως ἐκεῖ
κατέπαυσεν, ὅπου ὁ θεῖος θρόνος, καὶ
ἡ Τριὰς ἡ
Ὑπέρθεος.
Τὴν ἀδιόδευτον βροτοῖς, καὶ ἐπουράνιον
πύλην, τοῦ Θεοῦ τὴν
φωτοφόρον καθέδραν, τὴν
λυχνίαν τὴν χρυσῆν, τὸ ὄρος
τὸ κατάσκιον, τὴν θεοδόχον κλίνην, τὴν Θεοτόκον ὑμνήσωμεν.
Ἐπίβλεψον,
ἐπὶ τοὺς
δούλους Σου ἄχραντε
Θεοτόκε, τοὺς ἀνυμνοῦντας καὶ
προσκυνοῦντάς Σου τὴν Κοίμησιν, καὶ ἴασαι
ψυχάς τε καὶ σώματα.
Κάθισμα. Ἦχος
β΄. Πρεσβεία θερμή.
Ἀνῆλθες ἐκ γῆς,
πρὸς δόξαν τὴν οὐράνιον, ὡς
Μήτηρ Θεοῦ, καὶ τοῦ κόσμου Βασίλισσα, παναμώμητε Δέσποινα· διὰ τοῦτο πάντες πρὸς
Σὲ βοῶμεν· τὸν Σὸν
Υἱὸν ἀπαύστως δυσώπει, ὑπὲρ
τῶν τιμώντων Σου τὴν κοίμησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἡμέρα προσήγγισε, τῆς πρὸς Θεὸν
ἀνόδου Σου Πανύμνητε· χαῖρε πύλη ἀδιόδευτε, καὶ
πεφυλαγμένη θείῳ Πνεύματι.
Ἴδει γὰρ καὶ συγχαίρει Σοι, στίφος τῶν πιστῶν
Παρθένε Πανύμνητε, καὶ
προσφέρει Σοι τὸν ὕμνον, ἐξιτήριον καὶ
προεόρτιον.
Σὺν Ἀποστόλοις Ἄγγελοι, μέλος θεοκρότητον ἑτοιμάζουσι, Σὺ τῇ
Μητρὶ τοῦ Κυρίου, μεθισταμένη νῦν πρὸς τὰ
οὐράνια.
Τάφος πῶς
ὑπεδέξατο, σῶμά Σου τὸ ἅγιον
Ἀειπάρθενε, καὶ γὰρ
τὴν θείαν ψυχήν Σου, ὁ Υἱὸς
καὶ Θεός Σου ἐδέξατο.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡ τοῦ κόσμου Κυρία, πρὸς τὴν ὑπερκόσμιον
ζωὴν μεθίσταται· ὁ ναὸς ὁ
θεῖος, πρὸς ναὸν ἐπουράνιον
αἴρεται, ἡ χρυσῆ λυχνία, ἡ
κιβωτὸς τῆς Διαθήκης, ἐν Ἁγίων
Ἁγίοις οἰκίζεται.
Ὁ Θεοῦ Θεὸς Λόγος, ἐπὶ Σὲ
νῦν Παρθένε κατέρχετε, ἔχων ἀκολούθους, τῶν
Ἀγγέλων τὰ τάγματα ἅπαντα, ὅπως
Σὲ ἐνδόξως, ὡς
ἑαυτοῦ ἁγνὴν Μητέρα, ἐπουράνιον ἐνδείξει Ἄνασσαν.
Ὁ χορὸς Ἀποστόλων,
ἀνυμνῶν προέπεμπεν Κόρη Θεόνυμφε, τὸ ἀκήρατόν
Σου σῶμα, σὺν δάκρυσιν ὕμνοις τε, ποῦ Μῆτερ
ἀπαίρεις βοᾶν· ἡμᾶς
ἐγκαταλείπῃς, ἐπὶ
γῆς ὀρφανοὺς
ἀπροστάτευτους.
Ἀλλὰ καὶ αἱ
τάξεις, τῶν Ἀγγέλων ἅπασαι Μῆτερ
ἀπείρανδρε, μέλος ἐμελώδουν, θεοκρότητον καὶ ἐναρμόνιον,
Σὺ τῇ Παντανάσσῃ,
καὶ ὡς Θεοῦ
ἁγνὴ Μητέρα, Σὲ
προέπεμπον καὶ ἐμακάριζον.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ Υἱός Σου ὁ καὶ
Θεός, τῷ Γαβριὴλ πέμπει Δέσποινα, μηνῦσαί Σοι εὐλαβῶς,
τὴν θείαν μετάστασιν· ὅθεν ἐκβοῶμέν
Σοι, ἄφεσιν πταισμάτων, καὶ σωτηρίαν ἡμῖν
αἴτησαι.
Ἀκούσασα
ἡ ἁγνή, παρὰ
Ἀγγέλου τὸ μήνυμα, ἐν ὄρει
τῶν Ἐλαιῶν,
ἀπῆλθες προσεύξασθαι, ἔκυψαν
δὲ Πάναγνε, τὰ φυτὰ καὶ
δένδρα, καὶ ὡς εἰκὼς
Σὲ προσεκύνησαν.
Ἀλλὰ καὶ πάντες ἡμεῖς, κλίνομεν γόνυ Σοι Δέσποινα,
καὶ εὐλαβῶς ὡς
εἰκώς, προσκυνοῦμεν Ἄχραντε, τὴν
θείαν Εἰκόνα Σου, τῶν πταισμάτων λύσιν, παρὰ Σοῦ εὑρεῖν ἐλπίζοντες.
Ὤφθη Θεὸς ἐπὶ γῆς,
καὶ τοῖς ἀνθρώποις
ὡμίλησεν, διὰ Σοῦ θεοπρεπῶς,
καὶ κόσμον ἡγίασεν· ὅθεν ἐκβοῶμέν Σοι· χαῖρε Θεοτόκε, σωτηρίας ἡμῖν
πρόξενε.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν
.Προστασίαν ἐν κινδύνοις Σὲ κεκτήμεθα, καὶ μεσίτριαν τῷ Σῷ Υἱῷ προβαλλόμεθα, οἱ τιμῶντες τὴν Σὴν ἄνοδον Πάναγνε· καὶ νῦν Αὐτῷ παρισταμένη, τὴν Σὴν βοήθειαν δίδου, τοῖς πιστῶς ἀνακράζουσι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι πάσης ἀνάγκης, ἡ μεταστάσα ἐκ τῆς γῆς, πρὸς ζωὴν τὴν αἰώνιον.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν
πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον
θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ
ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ
πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Εὐαγγέλιον
ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις
ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη
μετὰ σπουδῆς εἰς την Ὀρεινήν,
εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν
οἶκον Ζαχαρίου καὶ ἠσπάσατο
τὴν Ἐλισάβετ. Καὶ
ἐγένετο ὡς ἤκουσεν
ἡ Ἐλισάβετ τὸν
ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν τῇ κοιλίᾳ
αὐτῆς. Καὶ
ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ
καὶ ἀνεφώνησε φωνῇ
μεγάλῃ καὶ εἶπεν·
εὐλογημένη σὺ ἐν
γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς
κοιλίας σου. Καὶ πόθεν μοι
τοῦτο, ἵνα ἔλθῃ
ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ
γάρ, ὡς ἐγένετο ἡ φωνὴ
τοῦ ἀσπασμοῦ
σου εἰς τὰ ὦτά
μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει
ἐν τῇ κοιλίᾳ
μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ
εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε
τὸ πνεῦμά μου ἐπὶ
τῷ Θεῷ τῷ
Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης Αὐτοῦ.
Ἰδοὺ γὰρ
ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ
Δυνατός καὶ ἅγιον τὸ ὄνομά
Αὐτοῦ. Ἔμεινε
δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας
τρεῖς καὶ ὑπέστρεψεν
εἰς τὸν οἶκον αὐτῆς.
Δόξα. Ταῖς
τῆς Παναχράντου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος
πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Χαίρουσα ἀνέδραμες,
πρὸς οὐρανίους σκηνώσεις, τοῦ κόσμου Βασίλισσα, ἐν δεξιᾷ ἔστης
τοῦ ἐκ Σοῦ
τεχθέντος, χάριν παρέχουσα, καὶ
φωτισμὸν πᾶσι, τοῖς τὴν
σεπτήν Σου μετάστασιν, ὕμνοις
γεραίρουσι, καὶ χαρμονικῶς ἐκβοῶσί Σοι· θεοχαρίτωτε Κόρη, μὴ ἐλλίπῃς πάντοτε σκέπουσα, ὡς Μήτηρ Κυρίου, ἐκ πάσης ἐπηρείας τοῦ
κακοῦ, καὶ νοσημάτων καὶ θλίψεων, τοὺς Σὲ μακαρίζοντας.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Παρθένοι νεάνιδες, μετ’ εὐφροσύνης
δεῦτε ἀθροίσθητε, καὶ τῇ
ὄντως Παρθένῳ καὶ Βασίλισσα δι’ ὕμνον
προσάξατε, ἀνερχομένη πρὸς τὰ ὑπερκόσμια,
χαῖρε βοῶσαι χαρά, τῶν ἐλπιζόντων
εἰς Σέ.
Τὴν
θείαν Σου ἄνοδον, πάλαι
προδιετύπου σαφῶς ἡμῖν,
ὁ Προφήτης Ἠλίας, εἰς οὐρανοὺς ἐπαρθεὶς ἐν
ἅρματι, Σὺ δὲ
ἐνδόξως ἐπήρθης πανάμωμε, πρὸς οὐρανίους σκηνάς, ὡς
Μήτηρ ὄντως Θεοῦ.
Ἁπάντων
δεσπόζουσα, τῶν ποιημάτων τῷ εὐσεβεῖ Σου λαῷ, τὰ
τῆς νίκης παράσχου, κατὰ δαιμόνων τρόπαια, καὶ τὴν
Σὴν ποίμνην φύλαττε ἀλώβητον, ἐνδόξως πρὸς
τὸν Σὸν Υἱόν, ἀπαίρουσα
νῦν Ἁγνή.
Τὴν
μόνην ἀπείρανδρον, καὶ μετὰ τόκον Παρθένον μείνασα, τοῦ Θεοῦ
τὴν Μητέρα, τῶν ἐπιγείων
τὸ σεμνολόγημα, τῶν οὐρανίων Ἀγγέλων
τὸ καύχημα, πνευματικαῖς οἱ πιστοί, ὑμνολογοῦμεν φωναῖς.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἐν
προσευχαῖς σχολάζουσα, καὶ νηστείαις Πανάμωμε, ταύτας τὰς ἡμέρας,
ἐξεδέχου χαίρουσα, τὴν θείαν ἀνάλυσιν, τὴν
ἀπὸ γῆς
μετάστασιν, τὴν εἰς οὐρανοὺς
πανευκλεῆ ἐκδημίαν· διό Σοι καὶ οἱ
δοῦλοι, συνηστεύομεν
πάντες, καὶ συνδοξολογοῦμεν, τὸν μεγαλύναντά Σε.
Νεφέλαι δεῦτε
πάρητε, θεοδρόμῳ κινήματι, ἡ Δέσποινα γὰρ καὶ Βασιλὶς
τοῦ παντός, πρὸς φῶς νῦν
ἐπείγεται, ἀνελθεῖν τὸ
ἀνέσπερον· διό, ἐπὶ
πάντας, τοὺς σοφοὺς Ἀποστόλους,
ἐνέγκατε πρὸς αἶνον, καὶ
πρὸς δοξολογίαν, τοῦ παναγίου σκήνους, αὐτῆς
τῆς Θεοδόχου.
Μέγα θαῦμα
τετέλεσται, ἐν τῇ σεπτῇ κοιμήσει Σου, ἐκ
περάτων γὰρ νεφελοδρόμοι ἥκασι, οἱ μῦσται
τῆς χάριτος, ἐξ ὕψους
δὲ ὁ Κύριος, καὶ
τὰ Χερουβείμ, καὶ Σεραφεὶμ τὰ
πυρώδη, βροτοὶ ἐξομολόγουν, ὁμοῦ
σὺν τοῖς Ἀγγέλοις,
τὸ πάντιμόν Σου σκῆνος, Ἁγνὴ
τὸ θεοδόχον.
Σὲ τὴν κοινὴν βοήθειαν, βασιλεῖς
τε καὶ ἄρχοντες, Ἱερεῖς
λαὸς καὶ μοναζόντων τάγματα, πιστῶς λιτανεύομεν, εἰρηνικὴν καὶ
ἄλυπον, δώρησαι ἡμῖν,
τὴν ἐπὶ
γῆς παροικίαν, καὶ δόξης ἀϊδίου, καὶ
ζωῆς μελλούσης, καταξίωσον
πάντες, ἐν τῷ μέλλοντι αἰῶνι.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μηδεὶς ἀπολειφθήτω τῆς ἱερᾶς, τῆς Δεσποίνης ἡμῶν πανηγύρεως· πάντες ὁμοῦ,
δράμωμεν θεάσασθαι νοητῶς,
τὸ ὑπὲρ
νοῦν μυστήριον, ψυχὴν γυναικείαν εἰς οὐρανούς, χερσὶ
κομιζομένην Θεοῦ
παντοδυνάμου, δήμους Ἀγγέλων
παραπέμποντας.
Ἀγγέλων
τε αἱ θεῖαι παρεμβολαί, Χερουβεὶμ Σεραφεὶμ Κυριότητες, Θρόνοι Ἀρχαί,
Δυνάμεις Ἐξουσίαι πανευκλεεῖς, σὺν Ἀποστόλοις
ᾄδουσιν, ὕμνον τὸν ἐξόδιον
τῇ Μητρί, τοῦ πάντων Βασιλέως, λαμπρῶς διερχομένη, ἕως τοῦ οἴκου
τοῦ Θεοῦ ἡμῶν.
Νεφέλαι εὐφροσύνη
ῥάνατε νῦν, καὶ βουνοὶ
καὶ τὰ ὄρη
σταλάξατε, τὸν γλυκασμόν,
καὶ ἡ Ἐκκλησία
τῶν εὐσεβῶν, λαμπρύνθητι καὶ
χαίρουσα, τὴν σεπτὴν μετάστασιν τῆς ἁγνῆς, ἑόρταζε Παρθένου· ἰδοὺ γὰρ
πρὸς τὸ φέγγος, τὸ ὑπεράϋλον
μεθίσταται.
Ὑπόδεξε Ἀγγέλων ἡ στρατιά, οὐρανοί
τε Θεοῦ τὸ στερέωμα, ταῖς ἀρεταῖς, ὡς ἄστροις
ὑπάρχουσα λαμπροειδεῖ, τὴν τοῦ
Κυρίου πάναγνον, Μητέρα καὶ
μόνην ἐν γυναιξίν, Παρθένον
Θεοτόκον· ἰδοὺ γὰρ
μετὰ δόξης, πρὸς φῶς ἀνέρχεται
τὸ ἄϋλον.
Ταύτας τὰς
ᾠδὰς ὦ
Μῆτερ Θεοῦ, προεόρτιον ὕμνον προσφέρω Σοι, πρόσδεξαι οὖν, ὡς τὰ
λεπτὰ τῆς χήρας ὁ Σὸς
Υἱός, καὶ πανοικτίρμων Κύριος, καὶ παράσχου χάριν ἥτις ἐστί, τὸ
ἔλεος τὸ μέγα, τῆς Σῆς
φιλευσπλαγχνίας, δι’ ἀγαθότητός
Σου τὸ πέλαγος.
Λουτῆρι
τοῦ ἐλέους τοῦ
Σοῦ Ἁγνή, τὰς
ἐμὰς ἁμαρτίας
ἐξάλειψον, καὶ παράσχου χάριν τὴν φωταυγῆ, τὰς
τοῦ νοός, κόρας ἀποκαθαίρουσα, καὶ προσενισχύουσα καθορᾶν, ἀεὶ
τὸ τοῦ Υἱοῦ Σου, κάλλος τοῦ φιλανθρώπου, καὶ ἐλεήμονος
Θεοῦ ἡμῶν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον Σέ μεγαλύνομεν.
Νῦν δὲ μετετέθης πρὸς τὴν ζωήν, Κεχαριτωμένη, ὡς Βασίλισσα τοῦ
παντός, στᾶσα δεξιόθεν, τοῦ Σοῦ Υἱοῦ καὶ Λόγου, παρέχουσα τῷ
κόσμῳ, χάριν δὲ ἄφθονον.
Πάντες τὴν
μετάστασιν τὴν φρικτήν, τῆς Ἀειπαρθένου,
ἀνυμνήσωμεν εὐλαβῶς, χάριν δὲ
τὴν θείαν, ἡμῖν
ἐξαιτουμένη, παρὰ τοῦ Ζωοδότου, ὡς
Μήτηρ ἄμωμος.
Δίδου τοῖς
τιμῶσί Σε Ἀγαθή, τούτων τὰς αἰτήσεις, καὶ
ἀξίωσον τῆς χαρᾶς, τῆς
ἐπουρανίου, ἡ ἄνω
μεταστᾶσα, καὶ τῷ
ἐκ Σοῦ τεχθέντι, νῦν παρεδρεύουσα.
Τοὺς τὴν Σὴν μετάστασιν Ἀγαθή,
τιμῶντας ἐκ πόθου, διαφύλαττε ἀσινεῖς, ἐκ
παντὸς κινδύνου, καὶ δίδου θείαν χάριν, ψυχῶν δὲ καὶ
σωμάτων, τὴν ἀπολύτρωσιν.
Ἔδραμον
Παρθένε ἐκ πάσης γῆς, νῦν νεφελοδρόμοι, οἱ
Ἀπόστολοι Σοῦ Υἱοῦ, Πνεύματος δυνάμει, καὶ ὕμνους
ἐξοδίους, τῇ Σῇ
σεπτῇ Κοιμήσει, πάντες
προσέφερον.
Σὲ τὴν ἀπειρόγαμον
καὶ σεμνήν, Βασίλισσαν
πάντων, ἱκετεύομεν οἱ πιστοί, χάριν ἡμῖν
δίδου, καὶ λύσιν τῶν πταισμάτων, τοῖς ἀνυμνολογοῦσι, Σοῦ τὴν
Μετάστασιν.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε
Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι
Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό
σωθῆναι ἡμᾶς.
---------------------------------------------------------------------------------
Πάντας, τοὺς
τιμῶντας εὐλαβῶς, τὴν
Σὴν Θεοτόκε Παρθένε, σεπτὴν Μετάστασιν, πλήρου τῆς Σῆς χάριτος, ὡς
προστασία ἡμῶν, καὶ παθῶν
ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, καὶ
ποικίλων θλίψεων, δίδου ἑκάστοτε·
Σὺ γὰρ προστασία τοῦ
κόσμου, καὶ τῷ Σῷ
Υἱῷ μεσιτεία, ἡ ἀεὶ Αὐτῷ συμβασιλεύουσα.
Δέσποινα πρόσδεξαι, τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς
Σὲ ἀνατίθημι, Μῆτερ
τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ
τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου