Δευτέρα 5 Φεβρουαρίου 2024

 


Ἄγγελος ἐξ ἀνθρώπων, ἀνεδείχθης ὦ Πάτερ, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν ἀσωμάτοις χοροῖς, ἁμιλλώμενόν σε θεωρῶν, Ὅσιε, ἐξίσταμαι καὶ πόθῳ σοι κραυγάζω εὐλαβῶς τοιαῦτα.
Χα
ῖρε, δι' οὗ Τριὰς προσκυνεῖται.
Χα
ῖρε, δι' οὗ Θεὸς ἀνυμνεῖται.
Χα
ῖρε, Ὀρθοδόξων κανὼν ὁ εὐθύτατος.
Χα
ῖρε, ἀνομοῦντας ἐλέγχων στερρότατα.
Χα
ῖρε, ὕψος ταπεινώσεως δυσανάβατον πολλοῖς.
Χα
ῖρε, βάθος διακρίσεως δυσθεώρητον θνητοῖς.
Χα
ῖρε, ὅτι ἐγένου τοῦ Θεοῦ θεῖος θύτης.
Χα
ῖρε, ὅτι προσάγεις τῷ Θεῷ σεσῳσμένους.
Χα
ῖρε, Θεοῦ Μαρτύρων ὁμόσκηνε.
Χα
ῖρε, σεπτῶν Ὁσίων συνόμιλε.
Χα
ῖρε, δι' οὗ δυσσεβεῖς καθαιροῦνται.
Χα
ῖρε, δι' οὗ πιστοὶ βεβαιοῦνται.
Χα
ῖρε, πάντιμε Φώτιε.

(Απο την ακολουθία του Αγίου)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου