Παρασκευή 23 Απριλίου 2021

ΟΙ ΑΛΙΤΗΡΙΟΙ ΠΟΛΙΤΙΚΟΙ ΜΑΣ ΘΑ ΥΠΟΣΤΟΥΝ ΤΗΝ ΘΕΙΑ ΔΙΚΗΝ



 Καί ἀπεκρίθη Θεόδωρος ὁ θερμὸς τῆς Ὀρθοδοξίας πρόμαχος, ὁ τῶν Στουδίου ἡγούμενος, Λέοντι τῷ βασιλεῖ, λέγων: 

«Μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν. Εἴρηκεν γὰρ ὁ ἀπόστολος, καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους. 

Οὐκ εἶπεν βασιλεῖς. Σοὶ μὲν γὰρ ἡ πολιτικὴ κατάστασις ἐπιστεύθη καὶ τὸ στρατόπεδον. Τούτων φρόντιζε, καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν θεῖον λόγον. Εἰ δὲ μὴ βούλει προσέχειν τούτοις καὶ εἶναι μετὰ τῆς πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ οὐρανῶν κατελθὼν βουληθείη παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε βασιλέως.» 

Ὁ οὖν τύραννος ταῦτα ἀκούσας καὶ ὑπερζέσας τῷ θυμῷ…καὶ πάντας μεθ’ ὕβρεως ἀπελάσας, και τὸν Νικηφόρον τὸν μέγαν τῆς πόλεως ἀπελάσας, ὡσαύτως καὶ Θεόδωρον τῶν Στουδίου ἐξορίσας…καὶ ἐπαρθεὶς ὁ ἀλιτήριος κατὰ τῆς εὐσεβείας, μειζόνως ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθει σφόδρα, μέχρι τοῦτον ἐνδίκως ἡ θείη δίκη μετῆλθεν».

 (Χρονικόν Γεωργίου Μοναχού 768.9-10).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου