Με βάση τις
ερωταποκρίσεις Αγίου Αναστασίου Σιναΐτου
Ἀγωνιστικὸς Σύλλογος “Ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης”»
ΣΥΜΦΩΝΙΑ ΠΑΤΕΡΩΝ
καὶ
ΑΣΥΜΦΩΝΙΑ ΠΝΕΥΜΑΤΙΚΩΝ ή ΓΕΡΟΝΤΩΝ
Στοὺς ἐσχατολογικοὺς καιρούς
μας, ἡ προσοχὴ καὶ ἡ ἐν πάσῃ ἐγρήγορση τῶν πιστῶν χριστιανῶν, εἶναι ὅσο ποτὲ ἄλλοτε ἐπιβεβλημένη. Πρὸς τοῦτο
μᾶς βοηθοῦν (ἐκτὸς ἀπὸ τὴν Ἁγία Γραφή) ἡ
διδασκαλία τῶν Ἁγίων Πατέρων τῆς Ἐκκλησίας
μας, τὰ κείμενα τῶν ὁποίων κατὰ προτεραιότητα πρέπει νὰ
συμβουλευόμαστε. Διότι πολλοὶ γέροντες (διακριτικοὶ
καὶ θαυματοποιοὶ ἢ
μή) ἔχουν ἐμφανισθεῖ, ὁ καθένας ἀπὸ τοὺς ὁποίους χαράσσει τὴ
δική του γραμμή, προβάλλοντας ὅ,τι τὸν βολεύει ἀπὸ τὴν διδασκαλία τῶν Ἁγίων.
Καὶ
ὅταν ὑπάρχουν πολλὲς
«γραμμές», εἶναι ἀναμενόμενο, ἀφ’ ἑνὸς
νὰ ἐπικρατεῖ σύγχυση στὴν ζωὴ
τῶν πιστῶν μελῶν τῆς Ἐκκλησίας, γιὰ τὸ
ποιά «γραμμὴ» πρέπει νὰ ἀκολουθήσουν, ἀφ’ ἑτέρου
δέ, ὑπάρχει κίνδυνος νὰ
παραθεωρεῖται ἡ «συμφωνία τῶν Πατέρων»
(consensus
patrum) καὶ ὁ κάθε πιστὸς νὰ ἀγκιστρώνεται –κατὰ
τὸ πῶς τὸν βολεύει– στὴν γνώμη καὶ
τὴ «διάκριση» τοῦ δικοῦ
του γέροντα.
Τὸ
παρακάτω κείμενο τοῦ ἁγίου Ἀναστασίου, μᾶς δίνει τὸ
μέτρο.
Ἁγίου Ἀναστασίου τοῦ Σιναΐτου
Ἐρώτηση Κ΄:
Ἐκ ποίας
δυνάμεως οἱ τὰ ἐναντία φρονοῦντες [καὶ πράττοντες] προφητεύουσι πολλάκις καὶ θαυματουργοῦσιν;
Ἀπάντηση:
Τὰ σημεῖα, καὶ αἱ θαυματουργίαι, καὶ αἱ προρρήσεις, πολλάκις
καὶ δι’ ἀναξίων κατά τινα χρείαν ἢ οἰκονομίαν γίνονται, ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ καὶ
τῆς ἐγγαστριμύθου. Καὶ
πάλιν, οἱ ἀπόστολοι, εὑρόντες τινα ἄπιστον, «ἐν τῷ ὀνόματι Χριστοῦ ἐκβάλλοντα δαιμόνια», καὶ
κωλύσαντες αὐτόν, εἶπον τῷ Χριστῷ καὶ εἶπε· «Μὴ κωλύετε αὐτόν· ὁ μὴ ὢν γὰρ καθ’ ὑμῶν, φηδίν, μεθ’ ὑμῶν ἐστι».
Οὐκοῦν ὁπόταν ἴδῃς, καὶ δι’ αἱρετικῶν, καὶ διὰ πιστῶν, σημεῖόν τι, κατὰ κρῖμα Θεοῦ γινόμενον, μὴ θαμβηθῇς, μηδὲ σαλευθῇς τῆς ὀρθοδόξου πίστεως. Πολλάκις γὰρ καὶ ἡ
πίστις τοῦ προσερχομένου ἐστίν,
ἡ τὸ σημεῖον ποιήσασα καὶ οὐχ ἡ ἀξία τοῦ ποιήσαντος. Καὶ γὰρ Ἰωάννης,
ὁ μείζων πάντων ἐν
γενητοῖς γυναικῶν, οὐ φαίνεταί τι σημεῖόν
πεποιηκώς· ὁ δὲ Ἰούδας πάντως πεποίηκε... Διὸ μὴ
μέγα τι νομίσῃς, ἐάν τινα ἀνάξιον, ἢ κακόπιστον, σημεῖον
ποιοῦντα θεωρήσῃς.
Οὐ δεῖ δὲ ὀρθόδοξον ἄνδρα ἀπὸ σημείων καὶ προφητειῶν δοκιμάζειν, ὅτι ἅγιός ἐστι, ἀλλὰ ἀπὸ τῆς πολιτείας αὐτοῦ. Πολλοὶ γὰρ πολλάκις οὐ μόνον ὀρθόδοξοι ἁμαρτωλοί, ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ ἄπιστοι σημεῖα ἐπετέλεσαν, καὶ προεφήτευσαν κατὰ τινας οἰκονομίας, ὡς εἴρηται, συγχωρηθέντες ὑπὸ τοῦ Κυρίου, ὡς ἐπὶ τοῦ Βαλλαάμ, καὶ Σαούλ, καὶ Ναβουχοδονόσορ, καῖ Καϊάφα ἔστιν εὑρεῖν τὸ Πνεῦμα τὸ ἅγιον ἐνεργῆσαι εἰς αὐτούς, ἀναξίους καὶ βεβήλους ὄντας δι’ αἰτίας εὐλόγους...
Αἱρετικὸς δὲ ποιῶν σημεῖα, ἢ προφητεύων, δῆλός ἐστιν, ὅτι ὑπὸ δαιμόνων ἐμπαίζεται, καίτοι νομίζει, ὅτι ἐκ Θεοῦ ἐνεργεῖσθαι αὐτῷ τὰ τοιαῦτα (P.G. 89, 517CD, 520C ).
Διὰ τοῦτο τοίνυν οὐ δεῖ πᾶν σημειοφόρον
(=θαυματουργόν) ὡς ἅγιον παραδέχεσθαι, ἀλλὰ δοκιμάζειν, κατὰ τὸν λέγοντα· “Μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον”... Καὶ γὰρ ὁ Ἀντίχριστος ἐρχόμενος, κατὰ συγχώρησιν Θεοῦ, ποιήσει, ὑπουργούντων αὐτῷ δαιμόνων πάμπολλα
σημεῖα καὶ τέρατα ψεύδους, πρὸς ἀπώλειαν μὲν τῶν ἀπίστων, εἰς δοκίμιον δὲ τῶν πιστῶν» (P.G. 89, 524Β).
Ὀρθόδοξος Χριστιανικὸς Ἀγωνιστικὸς Σύλλογος
“Ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης”»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου