Η εικόνα της Αγίας Τριάδος στην Ορθοδοξία. Β΄μερος

John N. Kallianiotis
5 Fawnwood Drive
Scranton, PA 18504
U.S.A.
Κ Ε Φ Α Λ Α Ι Ο Ν – Α΄.
Τί λέγει τὸ Ἱ.Εὐαγγέλιον ἡ ἀποκάλυψις Ἀποστόλου Ἰωάννου καὶ οἱ Ἀπόστολοι περὶ τοῦ Ἀνάρχου Πατρὸς ὅτι οὐδεὶς εἶδεν ποτὲ αὐτόν.
1.”Πνεῦµα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας Αὐτὸν ἐν πνεύµατι καὶ ἀληθεία δεῖ προσκυνεῖν“ (Πρὸς Σαµαρείτιδα κεφ. ∆΄24 Ἰωάννου).
2.”Οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε οὔτε εἶδος αὐτοῦ ἑωράκατε“ (Ἰωάν. ε΄ 37).
3.”Θεὸν οὐδεὶς ἑώρακε πώποτε“ (Ἰωάν. α΄18).
4.”Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε, εἰ µὴ ὁ ὤν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα“ (Ἰωάν. στ΄ 46).
5.”Οὔτε ἐµὲ οἴδατε οὔτε τὸν Πατέρα µου“ (Ἰωάν. η΄ 12).
6.”Ὁ θεωρῶν ἐµὲ θεωρεῖ τὸν πεµψαντά µε“ (Ἰωαν. ιβ΄ 45).
7.”Εἰ ἐγνωκειτέ µε καὶ τὸν Πατέρα µου ἐγνώκειτε ἄν“ (Ἰωαν. ιδ΄ 7).
8.”Ὁ µόνος ἔχων Ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὅν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται“ (Α΄ Τιµοθ. στ΄ 16,17).
9.”Ὁ Θεὸς φῶς ἐστὶ καὶ σκοτία ἐν αὐτῶν οὐκ ἐστιν οὐδεµία“ (Α΄ Ἰωάν. α΄ 5).
10.”Θεὸν οὐδεὶς πώποτε τεθέαται“ (Α΄ Ἰωάν. δ΄ 12).
11.”Καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς“ (Ἀποκ. κβ΄ 5).
12.”Τὸ προσωπόν µου οὐκ ὀφθήσεται σοι· οὐ γὰρ µὴ ἴδῃ ἄνθρωπος τὸ προσωπόν µου καὶ ζήσεται“ (Ὁ Κύριος πρός Μωϋσῆ, Ἐξόδ. λγ΄ 20).
Κ Ε Φ Α Λ Α Ι Ο Ν – Β΄.
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Α΄, Τόµος Γ΄, σελ. 229-230)
«Ὡσαύτως καὶ τὰς σεπτὰς εἰκόνας τῆς τε οἰκονοµίας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καθὸ ἄνθρωπος γέγονε διὰ τὴν ἡµετέραν σωτηρίαν, καὶ τῆς ἀχράντου δεσποίνης ἡµῶν τῆς ἁγίας Θεοτόκου, τῶν τε θεοειδῶν ἀγγέλων, καὶ τῶν ἁγίων ἀποστόλων, προφητῶν, µαρτύρων τε, καὶ πάντων τῶν ἁγίων, ἀσπάζοµαι καὶ περιπτύσσοµαι, καὶ τὴν κατὰ τιµὴν προσκύνησιν ἀπονέµω».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Β΄, Τόµος Γ΄, σελ. 244)
«…ἀναστηλῶν ἐν αὐταῖς τὰς αὐτὰς σεβασµίας εἰκόνας, εἰς σέβας καὶ ἀνάµνησιν τοῦ ἐνανθρωπήσαντος Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ πάντων τῶν ἁγίων».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
Πρᾶξις Β΄, Τόµος Γ΄)
«…λέγοντες· (ἴσως λέγοντας) ζωγραφεῖ γὰρ ἡ πίστις τὸν ἐν µορφῇ τοῦ Θεοῦ ὑπάρχοντα Λόγον, ὡς καὶ ἡ τῆς ζωῆς ἡµῶν λύτρωσις προσηνέχθη τῷ Θεῷ, τὴν καθ΄ἡµᾶς ὁµοίωσιν ὑποδύς, καὶ γενόµενος ἄνθρωπος·
Τῷ ἠγαπηµένῳ ἀδελφῷ Ταρασίῳ πατριάρχῃ, Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ» (σελ. 246).
«…Ὡς ἂν οὖν τὸ τέλειον, καὶ ἐν ταῖς χρωµατουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁµαρτίαν τοῦ κόσµου ἀµνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡµῶν (Ἰωάν. 1) κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀµνοῦ ἀναστηλοῦσθαι ὁρίζοµεν.
Ὅθεν ἐπεὶ τὰς σεπτὰς εἰκόνας, τὸν τε κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα Χριστοῦ τοῦ Θεοῦ ἡµῶν, τοῦ καθ΄ἡµᾶς καὶ δι΄ἡµᾶς καὶ ὑπὲρ ἡµῶν σαρκωθέντος, καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀληθῶς θεογεννήτορος» (σελ. 248).
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Β΄, Τόµος Γ΄, σελ. 249)
«Ἐπιστολὴ Ἁγίου Ἀδριανοῦ πάπα Ρώµης πρὸς Ταράσιον Ἁγιώτατον πατριάρχη Κων/λεως πρόεδρον τῆς Συνόδου.
Ἁρµόζει τὰς ἱερὰς καὶ σεπτὰς εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ µαρτύρων, ἅµα ὁµολογητῶν».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Β΄, Τόµος Γ΄, σελ. 250)
«Ἐπιστολὴ Ἁγίου Ἀδριανοῦ πάπα Ρώµης. Πρὸς τὸν Ἁγιώτατον πατριάρχην Ταράσιον πρόεδρον 7ης Συνόδου.
…οὕτως καὶ ὡµολογήσαµεν καὶ ὁµολογοῦµεν καὶ ὁµολογήσοµεν, καὶ στιχοῦµεν καὶ ἐµµένοµεν, καὶ βεβαιούµεθα τῇ τῶν ἀναγνωσθέντων γραµµάτων ἐµφάσει, τὰς εἰκονικὰς ἀναζωγραφήσεις ἀποδεχόµενοι κατὰ τὴν ἀρχαίαν τῶν ἁγίων πατέρων ἡµῶν παράδοσιν· καὶ ταύτας σχετικῷ πόθῳ προσκυνοῦµεν, ὡς εἰς ὄνοµα Χριστοῦ τοῦ Θεοῦ καὶ τῆς ἀχράντουδεσποίνης ἡµῶν τῆς ἁγίας Θεοτόκου, τῶν τε ἁγίων ἀγγέλων καὶ πάντων τῶν ἁγίων γεγονυῖας.
Ἡ ἁγία σύνοδος εἶπε· πᾶσα ἡ ἱερὰ σύνοδος οὕτως δογµατίζει.
Ἀδριανὸς ὁ ἁγιώτατος πάπας τῆς πρεσβυτέρας Ρώµης, καὶ Ταράσιος ὁ µακαριώτατος πατριάρχης τῆς βασιλευούσης Κωνσταντινουπόλεως, τὸ ἕν φρονοῦντες καὶ ὁµολογοῦντες δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
Πρᾶξις Γ΄, Τόµος Γ΄, σελ. 266)
«Ἴσον συνοδικοῦ Θεοδώρου τοῦ Ἁγιωτάτου Πατριάρχου Ἱεροσολύµων (πολὺ Θαυµαστή).
Καὶ καλῶς ὁ ψαλµωδὸς ἐκελάδησε· θαυµαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Καὶ αὖθις· τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυµάστωσεν ὁ κύριος πάντα τὰ θελήµατα αὐτοῦ ἐν αὐτοῖς. Σὺν τούτοις δὲ καὶ τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας προσκυνοῦντες περιπτυσσόµεθα, τουτέστι τοῦ δι΄ ἡµᾶς ἐνανθρωπήσαντος Θεοῦ Λόγου, κυρίου δὲ ἡµῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, καὶ µορφὴν δούλου λαβόντος. Οὗ ἡ εἰκὼν καὶ τὸ ἐκτύπωµα οὐ τῆς θεότητος τῆς ἀδιασπάστως ἑνωθείσης τῇ ἀχράντῳ αὐτοῦ σαρκὶ φέρει τὸν χαρακτῆρα· ἀόρατος γὰρ καὶ ἀπερίγραπτος ἡ θεία φύσις, καὶ ἀσχηµάτιστος· θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε· αὐτὸς ὁ µονογενῆς ἐξηγήσατο· ἀλλὰ τῆς ἀνθρωπότητος αὐτοῦ χρωµατουργοῦντες τὴν εἰκόνα προσκυνοῦµεν. Ἐφάνη γὰρ Θεὸς ὤν καὶ ἀόρατος ἐπὶ τῆς γῆς. Καὶ ὡράθη τοῖς ἀνθρώποις συναναστραφείς, καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, νόµῳ τῆς ἡµετέρας, ἥν ἠµπέσχετο φύσεως. Προσκυνοῦµεν Χριστοῦ τὴν εἰκόνα, τουτέστι τοῦ ὁραθέντος τοῖς ἀνθρώποις προσώπου, οὐ κεχωρισµένου τῆς ἀοράτου αὐτοῦ θεότητος ἄπαγε».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου.
(Πρᾶξις ∆΄, Τόµος Γ΄, σελ. 297)
«Ἐπιστολή Γερµανοῦ τοῦ µακαριωτάτου πατριάρχου γενοµένου Κωνσταντινουπόλεως πρὸς Ἰωάννην ἐπίσκοπον Συνάδων.
Οὐδὲ γὰρ τῆς ἀοράτου θεότητος εἰκόνα, ἢ ὁµοίωµα, ἢ σχῆµα, ἢ µορφήν τινα ἀποτυποῦµεν· ἣν οὐδὲ αὐτῶν τῶν ἁγίων ἀγγέλων αἱ ὑπερέχουσαι τάξεις οὔτε κατανοεῖν, οὔτε ἐξιχνιάσαι ὅλως ἰσχύουσιν. Ἀλλ΄ ἐπείπερ ὁ µονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἀνακαλούµενος τὸ ἴδιον πλάσµα ἐκ τῆς τοῦ θανάτου κατακρίσεως, εὐδοκία τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύµατος, ἄνθρωπος γενέσθαι ἠξίωσε, παραπλησίως ἡµῖν µετασχὼν αἵµατος καὶ σαρκός, ὡς ὁ µέγας ἔφη ἀπόστολος (Ἑβρ. 4), κατὰ πάντα ὅµοιος ἡµῖν γενόµενος χωρὶς ἁµαρτίας, τοῦ ἀνθρωπείου αὐτοῦ χαρακτῆρος, καὶ τῆς κατὰ σάρκα αὐτοῦ ἀνθρωπίνης ἰδέας τὴν εἰκόνα τυποῦντες, καὶ οὐ τῆς ἀκαταλήπτου αὐτοῦ καὶ ἀθεάτου θεότητος.
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπε. Ὁ πατὴρ ἡµῶν ὁ ἅγιος Γερµανὸς συµφωνεῖ τοῖς πρὸ αὐτοῦ ἁγιωτάτοις πατράσιν.
Ἡ ἁγία σύνοδος εἶπεν· ἀληθῶς δέσποτα ἐν πᾶσι συµφωνεῖ».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις ∆΄ [Πάνυ θαυµαστή], Τόµος Γ΄, σελ. 306)
«Ἐπιστολὴ Β΄ Γερµανοῦ Ἀρχιεπ. Κων/πόλεως πρὸς Θωµᾶν ἐπίσκοπον Κλαυδουπόλεως.
Ἔτι γε µὴν ἀσπαζόµεθα καὶ τὸν τύπον τοῦ τιµίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ τὰ ἅγια λείψανα τῶν ἁγίων, καὶ τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας ἀποδεχόµεθα, καὶ ἀσπαζόµεθα, καὶ περιπτυσσόµεθα κατὰ τὴν ἀρχῆθεν παράδοσιν τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς ἐκκλησίας, εἴτουν τῶν ἁγίων πατέρων ἡµῶν, τῶν ταύτας καὶ δεξαµένων καὶ κυρωσάντων εἶναι ἐν
πάσαις ταῖς ἁγιωτάταις τοῦ Θεοῦ ἐκκλησίαις, καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταύτας δὲ τὰς τιµίας καὶ σεπτὰς εἰκόνας, καθὼς προείρηται, τιµῶµεν καὶ ἀσπαζόµεθα, καὶ τιµητικῶς προσκυνοῦµεν· τουτέστι τὴν τοῦ µεγάλου Θεοῦ καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ ἐνανθρωπήσεως εἰκόνα, καὶ τῆς ἀχράντου δεσποίνης ἡµῶν καὶ παναγίας Θεοτόκου, ἐξ ἧς αὐτὸς ηὐδόκησε σαρκωθῆναι καὶ σῶσαι, καὶ ἀπαλλάξαι ἡµᾶς πάσης δυσεβοῦς εἰδωλοµανίας. Τῶν τε ἁγίων καὶ ἀσωµάτων ἀγγέλων· ὡς ἄνθρωποι γὰρ τοῖς δικαίοις ἐνεφανίσθησαν. Ὁµοίως δὲ καὶ τῶν θείων καὶ πανευφήµων ἀποστόλων, τῶν θεηγόρων προφητῶν, καὶ ἀθλοφόρων µαρτύρων, καὶ ὁσίων ἀνδρῶν τὰς µορφὰς καὶ τὰ εἰκονίσµατα· ὡς διὰ τῆς αὐτῶν ἀναζωγραφήσεως εἰς ὑπόµνησιν καὶ µνήµην ἀνάγεσθαι δύνασθαι πρὸς τὸ πρωτότυπον».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Ε΄, Τόµος Γ΄, σελ. 314)
«Τοῦ δὲ Θεοῦ εἰκόνας ποιοῦµεν, λέγω δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, καθὼς ὤφθη ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τοῦτον γράφοντες, καὶ οὐχ ὡς νοεῖται φύσει Θεός. Ποία γὰρ ὁµοίωσις, ἢ ποῖον σχῆµα τοῦ ἀσωµάτου καὶ ἀσχηµατίστου λόγου τοῦ πατρός; Πνεῦµα γὰρ ὁ Θεός, ὡς γέγραπται, τουτέστιν ἡ τῆς ἁγίας καὶ ὁµοουσίου
τριάδος φύσις. (Ἰωάν. 4.) Ἀλλ΄ ἐπεὶ εὐδοκία τοῦ Θεοῦ καὶ υἱὸς καὶ πατρὸς κατελθὼν ὁ µονογενὴς αὐτοῦ καὶ Θεὸς λόγος ἐξ οὐρανῶν, ἐσαρκώθη διὰ τὴν ἡµῶν σωτηρίαν ἐκ πνεύµατος ἁγίου καὶ τῆς ἀχράντου παρθένου καὶ θεοτόκου Μαρίας, τὴν ἀνθρωπότητα αὐτοῦ γράφοµεν, οὐχὶ τὴν ἀσώµατον θεότητα.
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Ε΄, Τόµος Γ΄, σελ. 315)
«Τὴν δὲ τοῦ σωτῆρος εἰκόνα θεωροῦντες καὶ προσκυνοῦντες, πνευµατικοῖς ὀφθαλµοῖς καὶ καρδίας ὄµµασι Θεῷ τῷ τῶν ὅλων δεσπότῃ εὐχαριστοῦµεν, τῷ καταδεξαµένῳ ἐν µορφῇ δούλου τὸν ἄνθρωπον λαβεῖν, καὶ σῶσαι τὸν κόσµον, καὶ ὁµοιωθῆναι ἡµῖν χωρὶς πάσης ἁµαρτίας κατὰ πάντα».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Ε΄, Τόµος Γ΄, σελ. 321-323)
«Ἀλλ΄ ἐπειδὴ ὁ Θεὸς ἠξίωσεν ἀτρέπτως γενέσθαι ἄνθρωπος, ποιοῦµεν αὐτοῦ τὴν εἰκόνα ὡς ἀνθρώπου, καί περ εἰδότες αὐτὸν φύσει Θεὸν ὄντα, οὐκ αὐτὴν οὖν Θεὸν τὴν εἰκόνα λέγοµεν, ἀλλὰ Θεὸν οἴδαµεν τὸν ἐν τῇ εἰκόνι γραφέντα, οὗ τὸ ὁµοίωµα ἔχει ἡ εἰκών·
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν· ἤδη ἐκορέσθηµεν ἐκ τῶν πατρικῶν χρήσεων, καὶ ἐπέγνωµεν, ὅτι ἀρχαία παράδοσίς ἐστιν ἡ τῶν σεπτῶν εἰκόνων ἀναστήλωσις. Ἀκολουθοι οὖν ἐσµὲν ἁγίων πατέρων.
Ἡ ἁγία σύνοδος εἶπε· ἀκόλουθοι καὶ σύµφωνοι».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις ΣΤ΄, Τόµος Γ΄, σΣελ. 336)
«Ἐπιφάνιος ∆ιάκονος ἀνέγνω.
Οἱ δὲ ἀληθινοὶ Χριστιανοὶ ἕνα καὶ τὸν αὐτὸν ὁµολογοῦσιν υἱὸν καὶ Χριστὸν καὶ κύριον, καὶ ἀναζωγραφοῦντες εἰκόνα καθὸ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡµῖν, ἤγουν ἄνθρωπος τέλειος, λίαν ὀρθῶς ποιοῦσι. Περιεγράφη γὰρ ὁ Θεὸς Λόγος σαρκὶ εἰς ἡµᾶς ἐπιδηµήσας· (Ἰωαν. Ι.) οὐ µὴν δὲ τὴν θεότητα αὐτοῦ διενοήθη τις ἀναζωγραφῆσαι. Θεὸν γάρ, φησίν, οὐδεὶς ἑώρακε πώποτε. Ἀπερίγραπτος γὰρ καὶ ἀόρατος καὶ ἀκατάληπτος, ἀλλὰ περιγραπτὸς κατὰ τὴν ἀνθρωπότητα, ἐκ δύο γὰρ φύσεων ἴσµεν τὸν Χριστόν, καὶ ἐν δύο φύσεσιν ἀδιαιρέτως, ἤγουν θείᾳ καὶ ἀνθρωπίνῃ. Ἡ µία οὖν ἀπερίγραπτος, καὶ ἡ µία περιγεγραµµένη ἐν τῷ ἑνὶ Χριστῷ θεωρεῖται. Καὶ ἡ εἰκὼν οὐ κατὰ τὴν οὐσίαν τῷ πρωτοτύπῳ ἔοικεν, ἢ µόνον κατὰ τὸ ὄνοµα καὶ κατὰ τὴν θέσιν τῶν χαρακτηριζοµένων µελῶν».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Ζ΄, Τόµος Γ΄, σελ. 374)
Παρακάτω παραθέτουµε 15 σειρὲς τῶν Πρακτικῶν τῆς Ἁγίας 7ης Οἰκουµενικῆς Συνόδου, ποὺ δέν ὑπάρχουν στὸ Ἱ. Πηδάλιον. Ἀφαιρέθησαν σκοπίµως; Ἀποκλείεται ἀπὸ τὸν Ἅγιο Νικόδηµον, ἀλλὰ µᾶλλον ἀπὸ τοὺς φιλοπαπικοὺς ἐκδότας εἰς Βενετίαν. Εἶναι πρὸ τοῦ ὅρου πίστεως.
∆ιὰ νὰ µὴ φαίνεται ἡ διδασκαλία τῆς Ἐκκλησίας ὅτι ἀπὸ ἀρχαιοτάτων χρόνων καὶ ἡ παράδοσις, ὅτι µόνον τὴν Εἰκόνα τοῦ Χριστοῦ ζωγραφοῦµεν.
Οἱ σειρὲς λοιπὸν ποὺ ἀπουσιάζουν ἀπὸ τὸ Ι.Πηδάλιο εἶναι ἀπὸ τοῦ σηµείου κατὰ λέξιν ”καὶ συνελόντες φαµέν …καὶ ἕως, εἶναι ταύτην γινώσκοµεν· …..“ τῆς παρούσης σελίδος. Μεγάλη ἀπάτη γιὰ τοὺς πιστεύοντας ὅτι ὁ Ἄναρχος Πατὴρ ζωγραφίζεται.
Τὸ Ἱ. Πηδάλιο ἀρχίζει ἀπὸ τὴν λέξιν ”ὁρίζοµεν κ.λ.π.“ καὶ µετὰ τὸν ὅρο µπαίνει πάλιν στὶς σειρὲς τῶν Πρακτικῶν. (Πολὺ πονηρὰ πρᾶξις).
«…καὶ συνελόντες φαµέν, ἁπάσας τὰς ἐκκλησιαστικὰς ἐγγράφως ἢ ἀγράφως τεθεσπισµένας ἡµῖν παραδόσεις ἀκαινοτοµήτως φυλάττοµεν· ὧν µία ἐστὶ καὶ ἡ τῆς εἰκονικῆς ἀναζωγραφήσεως ἐκτύπωσις, ὡς τῇ ἱστορίᾳ τοῦ εὐαγγελικοῦ κηρύγµατος συνᾴδουσα, πρὸς πίστωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως, καὶ εἰς ὁµοίαν λυσιτέλειαν ἡµῖν χρησιµεύουσα. Τὰ γὰρ ἀλλήλων δηλωτικά, ἀναµφιβόλως καὶ τὰ ἀλλήλων ἔχουσιν ἐµφάσεις. Τούτων οὕτως ἐχόντων, τὴν βασιλικὴν ὥσπερ ἐρχόµενοι τρίβον, ἐπακολουθοῦντες τῇ θεηγόρῳ διδασκαλίᾳ τῶν ἁγίων πατέρων ἡµῶν, καὶ τῇ παραδόσει τῆς καθολικῆς ἐκκλησίας· τοῦ γὰρ ἐν αὐτῇ οἰκήσαντος ἁγίου πνεύµατος εἶναι ταύτην γινώσκοµεν· ὁρίζοµεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐµµελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιµίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας, τὰς ἐκ χρωµάτων καὶ ψηφῖδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις, ἐν ἱεροῖς σκεύεσι καὶ ἐσθῆσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς» (Ὅρος πίστεως) «τῆς τε τοῦ κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ εἰκόνος, καὶ τῆς ἀχράντου ∆εσποίνης ἡµῶν τῆς ἁγίας Θεοτόκου, τιµίων τε ἀγγέλων, καὶ πάντων ἁγίων καὶ ὁσίων ἀνδρῶν».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Η΄, Τόµος Γ΄, σελ. 402)
«Ὁ δὲ Θεὸς ἀόρατος ὤν καὶ ἀκατάληπτος, ἀνεξιχνίαστός τε καὶ ἀπερίγραπτος, ἀπαθής, ἀθάνατος, µόνος βασιλεὺς τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόντων».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Η΄, Τόµος Γ΄ σελ. 403-404)
«…τὴν δὲ εἰκόνα Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡµῶν κατὰ τὰς ἀνέκαθεν ἀποστολικάς τε καὶ πατρικὰς παραδόσεις, καὶ τὰς τῶν ἱερῶν λογίων ἐκφαντορίας ἐπὶ τιµῇ καὶ σεβασµιότητι. Τοῦ εἰκονιζοµένου προσκυνεῖσθαι καὶ τιµᾶσθαι.
Ἀλλ΄εἰς τὸν ἡµᾶς ἐνανθρωπήσαντα πλούτῳ φιλανθρωπίας ἀφάτῳ, καὶ τὸν ὑπὲρ ἡµῶν ἐπονείδιστον θάνατον ἑκουσίως ὑπενεγκόντα, ταύτην ἀναφέροµεν καὶ ἀνιστοροῦµεν».
Πρακτικὰ 7ης Ἁγίας Οἰκουµενικῆς Συνόδου
(Πρᾶξις Η΄, Τόµος Γ΄, σελ. 413)
«Ἀσπαζόµενος ἅµα τῇ τοῦ πάντων σωτῆρος Χριστοῦ σεβασµίᾳ εἰκόνι τῆς τε πανάγνου καὶ θεοµήτορος καὶ τοὺς σεπτοὺς καὶ ἁγίους αὐτῶν χαρακτῆρας, προσνέµων αὐτοῖς τὴν κατὰ τιµὴν προσκύνησιν».
Πρακτικὰ τῶν Ἁγίων καὶ Οἰκουµενικῶν Συνόδων
(Τόµος Γ΄, σελ. 210-211)
Τ Ω Ν Ι Ε Ρ Ω Ν Σ Υ Ν Ο ∆ Ω Ν
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΠΑΠΑ ΡΩΜΗΣ
ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΕΙΚΟΝΩΝ
ΠΡΟΣ ΛΕΟΝΤΑ ΒΑΣΙΛΕΑ ΤΟΝ ΙΣΑΥΡΟΝ
(Ὀρθόδοξος ὁµολογία)
Πρώτη ἐπιστολή.
«…διὰ τί τὸν πατέρα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ οὐχ ἱστοροῦµεν καὶ ζωγραφοῦµεν; Ἐπειδὴ οὐκ οἴδαµεν, τίς ἐστιν, καὶ Θεοῦ φύσιν ἀδύνατον ἱστορῆσαι καὶ ζωγραφῆσαι. Καὶ εἰ ἐθεασάµεθα καὶ ἐγνωρίσαµεν, καθὼς τὸν υἱὸν αὐτοῦ, κᾀκεῖνον ἂν εἴχοµεν ἱστορῆσαι καὶ ζωγραφῆσαι».
Ἀπὸ τὰ πρακτικὰ τῆς Ἁγίας 7ης Οἰκουµενικῆς Συνόδου
(σελ. 379-381)
Μετὰ τὸ τέλος τῆς Ἁγίας 7ης Συνόδου καὶ τῶν ὑπογραφῶν τῶν ἁγίων πατέρων, ὁ Ἁγιώτατος πρόεδρος της Ἁγίας Συνόδου προσεφώνησε τοὺς Βασιλεῖς καὶ τοὺς εὐχαρίστησε καὶ ἐγκωµίασε ὡς εὐσεβεῖς ὅτι συνηργάσθησαν· καὶ συνεφώνησαν καθ’ ὅλα διὰ τὸ ἀνάθεµα τῶν εἰκονοµάχων καὶ γιὰ τὸ σύµφωνον ποίας Ἁγίας εἰκόνας νὰ ζωγραφίζωµεν καὶ προσκυνοῦµεν σύµφωνα µὲ τὸν ὅρον Πίστεως τῆς 7ης πράξεως. ∆ηλαδὴ τὴν εἰκόνα τοῦ Χριστοῦ, τῆς Παναγίας, Ἁγίων Ἀγγέλων καὶ ἁγίων ἀνδρῶν, ὄχι Ἄναρχο Πατέρα.
«…οὕτως παρὰ τοῦ πνεύµατος λαβόντες χάριν καὶ ἰσχύν, σύνδροµον ἔχοντες τοῦ κράτους ὑµῶν τὴν συµµαχίαν, τὴν εὐσέβειαν συµπεφωνήκαµεν, καὶ τὴν ἀλήθειαν ἐκηρύξαµεν· ὥστε κατὰ πάντα ἀποδέχεσθαι τὰς σεπτὰς εἰκόνας τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καθὸ τέλειος ἄνθρωπος γέγονε, καὶ ὅσα ἱστορικῶς κατὰ τὴν εὐαγγελικὴν διήγησιν διαγράφονται· τῆς τε ἀχράντου ∆εσποίνης ἡµῶν τῆς ἁγίας Θεοτόκου, ἁγίων τε ἀγγέλων. Ὡς ἄνθρωποι ἐνεφανίσθησαν τοῖς ἀξίοις γενοµένοις τῆς αὐτῶν ἐµφανείας· καὶ πάντων τῶν ἁγίων (Ὅρος Πίστεως τῆς 7ης πράξεως· ἰδὲ Γ. Τόµον 7ης Συνόδου, σελ. 374)· καὶ τοὺς ἀγωνιστικοὺς αὐτῶν ἄθλους ἐν τε σανίσι καὶ ἐν τοίχοις, ἱεροῖς τε σκεύεσι καὶ ἐσθῆσι, καθὼς ἐκ τῶν ἀνέκαθεν χρόνων ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ ἐκκλησία παρέλαβε, ἐθεσµοθετήθη παρά τε τῶν ἁγίων πρωτάρχων τῆς ἡµῶν διδασκαλίας, καὶ τῶν αὐτῶν διαδόχων θεσπεσίων πατέρων ἡµῶν· καὶ ταύτας προσκυνεῖν, ἤτοι ἀσπάζεσθαι…» (σελ. 380).
«…τούτων οὕτως ἀποδειχθέντων, ὁµολογουµένως καὶ ἀναµφισβητήτως ἀποδεκτὸν καὶ εὐάρεστον εἶναι ἐνώπιον τοῦ Θεοῦ, εἰκονικὰς ἀνατυπώσεις τῆς τε οἰκονοµίας τοῦ κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἀχράντου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν τε τιµίων ἀγγέλων, καὶ πάντων τῶν ἁγίων, προσκυνεῖν καὶ ἀσπάζεσθαι. Καὶ εἴ τις µὴ οὕτως ἔχοι, ἀλλ΄ἀµφισβητοίη καὶ νοσοῖ περὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν, τοῦτον ἀναθεµατίζει ἡ ἁγία καὶ οἰκουµενικὴ ἡµῶν σύνοδος, ὀχυρωθεῖσα τῇ τοῦ θείου Πνεύµατος ἐνεργείᾳ καὶ ταῖς πατρικαῖς καὶ ἐκκλησιαστικαῖς παραδόσεσι. Καὶ τὸ ἀνάθεµα οὐδὲν ἕτερόν ἐστιν ἤ χωρισµὸς ἀπὸ τοῦ Θεοῦ. Εἰ γάρ τινές εἰσι ζυγοµαχοῦντες πρὸς τὰ ὁρισθέντα καὶ µὴ πειθόµενοι εἰς κέντρα λακτίζουσι» (σελ. 381. Πάλιν ὅρος πίστεως, ἰδὲ σελ. 374).
«Ἡ Οἰκουµενικὴ Σύνοδος εἶναι τὸ στόµα τοῦ ἀλαθήτου τῆς Ἐκκλησίας, ἀποτελεῖ ὅµως καὶ τὸν ἀνώτατον καὶ αὐθεντικὸν κριτὴν καὶ ρυθµιστὴν τῶν ἀναφυοµένων ἑκάστοτε σοβαρῶν ἐκκλησιαστικῶν θεµάτων, τῶν διαταρασσόντων τὴν εἰρήνη καὶ τὴν ἑνότητα τῆς ὅλης ἢ καὶ ἐπὶ µέρους Ἐκκλησίας.
Ἡ ἀπόφασις τῆς Οἰκουµενικῆς Συνόδου παραµένει ανέκκλητος, διότι δὲν ὑπάρχει κριτήριον ἀνώτερον τῆς Οἰκουµενικῆς Συνόδου. Εἰς τὴν Ρωµαϊκὴν Ἐκκλησία ὁ Πάπας ἀνεκηρύχθη ἀνώτατος κριτής, κρίνων καὶ αὐτὰς ἔτι τὰς ἀποφάσεις τῶν Οἰκουµενικῶν Συνόδων» (Ἀρχιµ. Σπυρίδωνος Σπ. Μπιλάλη, Ὀρθοδοξία καὶ Παπισµός, τόµος Α´, Ἀθῆναι 1969, σελ.75).
ΚΕΦΑΛΑΙΟΝ – Γ΄.
ΟΙ ΑΓΙΟΙ ΟΜΟΛΟΓΗΤΕΣ ΠΑΤΕΡΕΣ
1ος) Ὁ ἅγιος Ταράσιος, Πατριάρχης Κων/πόλεως, ἐκοιµήθη τὸ 806 µ.Χ. καί προήδευσε τῆς Ἁγίας Ἑβδόµης Οἰκουµενικῆς Συνόδου· ἂς ἀκούσοµε πρῶτα τὸ Ἀπολυτίκιόν του, ἦχος γ΄. (Ἰδὲ Ἐνιαύσιο Στέφανο καὶ ἁγιολόγιο τῆς Ἐκκλησίας τοῦ Χρήστου ∆.Τσολακίδη, 25 Φεβρουαρίου):
«Βίου ὀρθότητι, καλλωπιζόµενος, φωστὴρ ὑπέρλαµπρος, ὤφθης τοῦ πνεύµατος, καὶ τὴν Εἰκόνα τοῦ Χριστοῦ, Συνόδῳ ἐν τῇ Ἑβδόµη, προσκυνεῖν ἐκήρυξας, ὀρθοδόξως µακάριε, στύλος καὶ ἑδραίωµα Ἐκκλησίας γενόµενος διὸ τοὺς σοὺς ἀγῶνας γεραίρει, πάτερ Ἱεράρχα Ταράσιε».
Αὐτὴ εἶναι ἡ ὀρθὴ διδασκαλία περὶ τῶν ἁγίων Εἰκόνων.
Ἀλλὰ ἂς διαβάσουµε καὶ τὸ Κοντάκιον τοῦ Ἁγίου καὶ τὸ Μεγαλυνάριον:
«Ὀρθοδόξοις δόγµασι τὴν Ἐκκλησίαν φαιδρύνας καὶ Χριστοῦ µακάριε, τὴν σεβασµίαν Εἰκόνα, σέβεσθαι καὶ προσκυνεῖσθαι πᾶσι ἐδίδαξας….».
«Τύπον καλῶν ἔργων δι΄ ἀρετῆς, ἐν τῇ Ἐκκλησίᾳ, παραστήσας Πάτερ σεαυτόν, τοῦ Χριστοῦ τὸν Τύπον, ἐν ἱεραῖς Εἰκόσιν ἐδίδαξας τιµᾶσθαι ὀρθῶς Ταράσιε».
Ὄχι πεπλανεµένες εἰκόνες.
Ἀλλὰ ἂς παρακολουθήσοµε ἀπό τὴν ἀκολουθίαν τοῦ ἑσπερινοῦ, τό πρῶτον Τροπάριο, ἦχος α΄:
«Ὑπὲρ τὸ ζῆσαι παµµάκαρ θανεῖν προθέµενος, τὴν τοῦ Χριστοῦ Εἰκόνα, προσκυνεῖσθαι προστάττεις, καὶ πάντων τῶν ἁγίων …“.
Ἄν ὑπῆρχε Εἰκόνα µὲ τὸν Ἄναρχον Πατέρα δὲν θὰ ἐδίδασκε νὰ τὴν προσκυνοῦµε;.
2ος) Ὁ Ἅγιος Βασίλειος ὁ ὁµολογητὴς συνασκητὴς τοῦ ἁγίου Προκοπίου (28 Φεβρουαρίου). Ἕνα τροπάριον τῆς ἀκολουθίας του (γ΄ ὠδή, 4ον τροπ.):
«Τηρήσαντες εὐσεβῶς τὸ κατ΄εἰκόνα τῆς ψυχῆς ὅσιον τὴν τοῦ Χριστοῦ Ἄχραντον Εἰκόνα σέβοντες ἠθλήσατε».
Καὶ ζ΄ ὠδή, 3ον τροπάριον:
«Νενευρωµένος, Θεία δυνάµει Πάτερ ἤλεγξας, πάντας τοὺς σεπτὸν Εἰκόνισµα Χριστοῦ, ἀθετοῦντας ὡς παράφρονας…».
Ποῦ ἡ Εἰκόνα τοῦ Ἀνάρχου Πατρός;
3ος) Ὁ ἅγιος Γεώργιος Ἐπίσκοπος Μυτιλήνης ὁ ὁµολογητής (7 Ἀπριλίου, ἰδὲ Μηναῖον Σαλιβέρου). Ἀπό Ἑσπερινό, Στιχηρὰ, ἦχος α΄:
«Πάτερ Γεώργιε Χριστοῦ τὴν σεπτὴν καὶ ἄχραντον, τιµητικῶς προσεκύνησας, Εἰκόνα πάνσοφε…».
«Ἄχραντον τοῦ Σωτῆρος Εἰκόνα, πάτερ τιµήσας, παρ΄αὐτοῦ ἐτιµήθης» (Ὠδὴ β΄).
Ἰδὲ ὠδὴ δ΄, 2ον τροπάριον: «Νεανικῶς συνέθλασας τῶν λεόντων παµµάκαρ τὰς µύλας, τὸν ἄχραντον καὶ σεβάσµιον χαρακτῆρα πανευσεβῶς προσκυνεῖν τε καὶ σέβειν, ἐκδιδάσκων εὐτόνως διέπρεψας ὅσιε».
Ἰδὲ καὶ 3ον τροπάριον: «Σωµατωθεὶς ἐπέφανεν ὁ ἀσώµατος τὸ πρὶν ὡς Λόγος, οὗ πάνσοφε, τὸν σεβάσµιον χαρακτῆρα τιµητικῶς τοῦ Χριστοῦ προσεκύνησας τῶν ἁγίων τε πάντων Γεώργιε πάνσοφε».
Σηµείωσις: Ὅταν ὁ Υἱὸς καὶ Λόγος ἦταν ἀσώµατος τὸ πρίν, πῶς τὸν ἀσώµατον Οὐράνιον Πατέρα τὸν παρουσιάζουν οἱ ἄφρονες Λατίνοι σωµατικῶς; Ὅλες οἱ ἐµφανίσεις καὶ προτυπώσεις στὴν Παλαιὰ ∆ιαθήκη ἦσαν τοῦ Χριστοῦ ὅπου ἔµελε νὰ λάβη ἀνθρωπίνη σάρκα.
Ἰδὲ καὶ στ΄ ὠδή, τροπάριον 2ον: «Μυσταγωγήσας ἐπιστήµη, Ἱερώτατε Γεώργιε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ὀρθοδόξῳ διετύπωσας Εἰκόνα τοῦ Σωτῆρος σέβειν ἀεὶ τιµῶντας καὶ σχετικῶς προσκυνοῦντας».
Ἰδὲ ζ΄ ὠδή, 3ον τροπάριον: «Σωµατωθέντος τοῦ Λόγου, τὸν Θεῖον χαρακτῆρα πάτερ, τιµήσας ἐµφρόνως ὡς µάρτυς ἐτιµήθης».
Ἰδὲ θ΄ ὠδή, τροπάριον 1ον: «Μύστης χρηµατίσας, Θεόφρον, τῆς σεπτῆς ἐκκλησίας καθωδηγήσας αὐτὴν εἰς σωτηρίαν τὴν Εἰκόνα σέβειν Χριστοῦ ὑποθέµενος».
Ἰδὲ καὶ Κοντάκιον ἁγίου εἰς τὸν Ἐνιαύσιον Στέφανον: «Ὡς εὐσεβείας γεωργὸς καὶ µύστης ἔνθεος καὶ τῆς Σοφίας θεοφύτευτον γεώργηµα φυτοκόµος ἐχρηµάτισας τῶν ἀρίστων· Τοῦ Χριστοῦ γὰρ Εἰκόνα σεβαζόµενος τῆς αἱρέσεως διήλεγξας τὸ φρόνηµα…».
4ος) Ὁ ἅγιος Κοσµᾶς ὁ ὁµολογητής, Ἐπίσκοπος Χαλκηδόνος (18 Ἀπριλίου, ἰδὲ Μηναῖο Σαλιβέρου, σύντοµη βιογραφία): «Τῶν τοῦ Χριστοῦ τὴν Θείαν Εἰκόνα ἀθετούντων τὴν ὀφρὺν κατέβαλε, καὶ ταύτην ἐτίµησεν, καὶ προσκυνεῖν ἐξεπαίδευσεν».
5ος) Ὁ ἅγιος Ἰωάννης ὁ Ψυχαΐτης ὁ ὁµολογητής (7 Μαΐου, ἰδὲ Μηναῖο Σαλιβέρου, συνοπτικὸ Συναξάρι): «…Τοῦ Χριστοῦ τὸ ὁµοίωµα προσκυνῶν ὡς σεβάσµιον τῶν δὲ ἀσεβῶν τὰ βουλεύµατα καταστρεψάµενος ἠρίστευσεν…». Ἰδὲ καὶ Ἁγιολόγιον (Εὐστρατιάδου) σύντοµο συναξάρι: «Νενίκηκας τῶν Λεόντων τὸ θράσος ἀθετησάντων Χριστοῦ τὸν σεπτὸν χαρακτῆρα θεόφρον ἀξιοθαύµαστε…».
6ος) Ὁ ἅγιος Γερµανὸς Πατριάρχης Κων/πόλεως ὁ ὁµολογητής (12 Μαΐου, ἰδὲ Μηναῖο Σαλιβέρου).
1ον τροπάριον ἑσπερινοῦ: «Λεόντιον φρόνηµα στερρῶς Γερµανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάµεστον τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν ἁγίων ἠρνήσατο…».
2ον τροπάριον ἑσπερινοῦ: «Ὁ Λέων ὁ ἄθεος, ὁ θήρ, ὁ Θεῷ µισούµενος, τοῦ Ἀντιχρίστου ὁ πρόδροµος, ὁ τὴν προσκύνησιν, τῆς Χριστοῦ Εἰκόνος ἀθετήσας ὅσιε…».
Ἰδὲ ὠδὴ δ΄, 2ον τροπάριον: «Ἀρνεῖσθαι τὸ πάνσεπτον Χριστοῦ ἐξεικόνισµα, ὁ δυσµενέστατος ἐχθρός…».
7ος) Ὁ ἅγιος Μιχαὴλ ὁ ὁµολογητής, Ἐπίσκοπος Συνάδων (23 Μαΐου, Μηναῖον Σαλιβέρου).
1ον τροπάριον ἑσπερινοῦ: «Πάτερ Μιχαὴλ θεόπνευστε, τὸ κατ΄εἰκόνα Θεοῦ, διετήρησας ἄµεµπτον, καὶ Χριστοῦ τὸν ἄχραντον χαρακτῆρα ἐτίµησας…».
Γ΄ὠδή: «Αἱρετιζόντων στόµατα ἀπεφίµωσας, κατὰ Χριστοῦ τῆς Εἰκόνος, ἀνοιγόµενα…».
Ζ΄ ὠδή: «…τοῦ Μάνεντος, τὴν βλάσφηµον ἀσέβειαν, Χριστοῦ τὴν Πανάχραντον πάτερ Εἰκόνα τρανῶς, καὶ τῆς Θεοµήτορος τιµῶν, καὶ τῶν ἁγίων Μιχαὴλ ὅσιε…» (πάλιν ὁ ὅρος τῆς 7ης Συνόδου).
Η΄ ὠδή, 1ον τροπάριον: «Ἐπὶ τοῦ βήµατος ἑστώς, θεοκήρυξ, Μιχαὴλ οὐ κατεπλάγης ἀπειλὰς τῶν ἀνόµων, ἀλλ΄ ἐλευθέρα φωνή, ἐβόας Εἰκόνα τὴν Ἄχραντον σέβω τοῦ Σωτῆρος Χριστοῦ καὶ τῶν Ἁγίων».
Η΄ ὠδή, 2ον τροπάριο: «Ὡς δέον εἰκόνα τὴν Ἄχραντον, σέβειν τοῦ Σωτῆρος Χριστοῦ καὶ τῶν ἁγίων».
Η΄ ὠδή, 3ον τροπάριον: «…Ταῖς θεοπνεύστοις γραφαῖς, συνάδων τοὺς πάντας ἐδίδαξας σέβειν τὴν Εἰκόνα Χριστοῦ καὶ τῶν ἁγίων».
Ἀπολυτίκιόν του, ἦχος δ΄ εἰς Ἐνιαύσιον Στέφανον: «Θεῷ ἀνεθέµενος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιµὴν ἀνηγόρευσαι, καὶ ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε· ὅθεν τὴν τοῦ ∆εσπότου, ὡς τιµήσας Εἰκόνα, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης καὶ νῦν ἀναπηγάζεις ἡµῶν ρεῖθρα ἰάσεων».
Καὶ µία θαυµαστὴ ὁµολογία του, ἰδὲ συνοπτικὸ Συναξάρι, Μηναῖο Σαλιβέρου: «Τὴν µὲν ἄχραντον καὶ θείαν Εἰκόνα σέβω καὶ προσκυνῶν τοῦ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς Ἁγίας Αὐτοῦ Μητρός, τὸ δὲ σὸν δόγµα καταπτύω καὶ εἰς οὐδὲν λογίζοµαι…».
8ος) Ὁ ἅγιος Νικήτας Χαλκηδόνος ὁ ὁµολογητής (28 Μαΐου, ἰδὲ συνοπτικὸ Συναξάρι εἰς Ἁγιολόγιον Εὐστρατιάδη): «…Λοιµώδους ἀποφαγὼν αἱρέσεως βόρβορον ἐν τῇ σεπτῇ προσκυνήσει τῆς Χριστοῦ Εἰκόνος τὸ κατ΄εἰκόνα διεσώσω Ἱεράρχα Νικήτα θεόληπτε».
9ος) Ὁ ἅγιος Νικηφόρος Ἀρχιεπίσκοπος Κων/πόλεως (2 Ἰουνίου, ἰδὲ Μηναῖο Σαλιβέρου).
Γ΄ ὠδή, τροπάριν 3ον: «Φιλοσοφία τῆς σοφίας τὸ βάθος ἠρεύνησας καὶ δογµάτων σου πλοκὰς τοὺς ἀθετοῦντας Εἰκόνα Χριστοῦ, τρανῶς ἀπηγχόνισας Ἀξιοθαύµαστε».
∆΄ ὠδή, τροπάριον 1ον: «Ρώµῃ τῇ Θείᾳ τὰς µύλας Ἱεροφάντα, τῶν ἀσεβῶν συνέθλασας, τῷ στερῷ σου λόγῳ, τούτους τροποσάµενος, καὶ σέβειν ἐδίδαξας, Θεῖον τοῦ Χριστοῦ Εἰκόνισµα».
Ζ΄ ὠδή: «Αἱρετιζόντων, τὰς γλωσσαλγίας καταλέλυκας, πείθων τὴν Εἰκόνα σέβειν τὴν τοῦ Χριστοῦ, Νικηφόρε τοὺς κραυγάζοντας…».
Ἀπολυτίκιον: «Νίκην ἤνεγκε τῇ ἐκκλησίᾳ, ἡ σὴ ἔνθεος ὁµολογία Νικηφόρε Ἱεράρχα Θεόληπτε· τὴν γὰρ Εἰκόνα τοῦ Λόγου σεβόµενος…».
Ἰδὲ καὶ ἀνακοµιδὴ λειψάνου (13 Μαρτίου), 2ον τροπάριον τῆς γ΄ ὠδῆς Μηναῖον Σαλιβέρου.
10ος) Ὁ ἅγιος Μεθόδιος Ἀρχιεπίσκοπος Κων/πόλεως, 14 Ἰουνίου (Μηναῖο Σαλιβέρου).
Ἀπολυτίκιον: «Εὐσεβείας τὴν µέθοδον προβαλλόµενος, αἱρετικῶν διαλύεις τὰς ἐπινοίας στερρῶς, ὀρθοδόξων ἡ κρηπὶς πάτερ Μεθόδιε· τὴν γὰρ Εἰκόνα τοῦ Χριστοῦ, ἀνεστήλωσας τιµᾶν, ὡς Θεῖος Ἱεροφάντωρ …».
Κοντάκιον: «Ὡς ἱερὸν ὁµολογίας πρόβολον, καὶ ἀραγὲς τῆς ἐκκλησίας ἔρεισµα, Ἱεράρχην σε περίδοξον, ὁ Ἰησοῦς προεχειρίσατο· τὴν τούτου γὰρ Εἰκόνα κατασπάζεσθαι, ἐν σχέσει ἀνεκήρυξας Μεθόδιε, παρέχων ἡµῖν πταισµάτων ἄφεσιν».
2ον Τροπάριον τοῦ Ἑσπερινοῦ: «Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούµενον, τοῦ Ἁγίου Πνεύµατος ἐχρηµάτισας· τῇ περιφθόγγῳ γὰρ γλώττῃ σου, τὰ Θεῖα ἐβρόντησας· καὶ κατέφλεξας ἐχθρῶν δυσσεβῶν τὰ ζιζάνια, τῶν µὴ χρώµασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου καὶ Θεοῦ ἡµῶν τὸ εἶδος καὶ τῆς Ἀχράντου Μητρὸς Αὐτοῦ».
Ἰδὲ καὶ τὸ τοῦ Μηναίου Κοντάκιον αὐτοῦ: «Εὐσεβείας δόγµασι τὴν Ἐκκλησίαν, καταυγάσας ἤλασας, τὴν τῶν αἱρέσεων ἀχλύν, ἱεροφάντα Μεθόδιε, πᾶσι κηρύττων Χριστὸν Εἰκονίζεσθαι».
Ε΄ὠδή, 3ον τροπάριον: «Σὺ τὸν χιτῶνα σοφέ, τῆς Ἐκκλησίας πρακτικῶς ὕφανας, ἐν ᾧ Χριστοῦ σεπτὸν χαρακτῆρα στηλώσας, τῇ πίστει, τῆς ὀρθοδοξίας ἐτράνωσας δόγµατα».
11ος) Ὁ ἅγιος Ἰωσὴφ Ἀρχιεπίσκοπος Θεσ/νίκης (14 Ἰουλίου, ἰδὲ Ἀπολυτίκιον του εἰς Ἐνιαύσιο Στέφανο):
«Εἰκὼν πέλων ἔµψυχος, τῶν ἱερῶν ἀρετῶν, Εἰκόνα τὴν Ἄχραντον τοῦ Ζωοδότου Χριστοῦ, τιµῶν ἀνεκήρυξας…».
12ος) Ὁ ἅγιος Θεόφιλος ὁ ὁµολογητής, Ἐπίσκοπος Ἐφέσου (25 Σεπτεµβρίου, ἰδὲ Ἁγιολόγιον Εὐστρατιάδου σύντοµο συναξάριον):
«Ἐλέγχων διὰ τῶν διδαχῶν αὐτοῦ, τοὺς φρενοβλαβῶς τὴν Εἰκόνα τοῦ Χριστοῦ ἀτιµάζοντας…».
13ος) Ὁ ἅγιος Θεοφάνης ὁ Γραπτός, (11 Ὀκτωβρίου, Μηναῖο Σαλιβέρου).
Στ΄ ὠδή, τροπάριον 3ον: «Γραφεὶς τὴν πάνσεπτον καὶ σεβάσµιον Σοφέ, ὄψιν τυράννων γράµµασιν, ἐξαλείφεις τὰ τούτων Θεοστυγῆ καὶ ἄθεα δόγµατα, καταγγέλων, τιµᾶσθαι τὴν Εἰκόνα Χριστοῦ».
Η΄ ὠδὴ 1ον τροπάριον: «Νόµων πατρώων παµµακάριστε, τῆς ἀληθείας φέρων τὸν ἐννοµώτατον, Βασιλεύοντος κατέπτυξας, προσταγῆς ἀλογίστου, τοῦ ἀναιροῦντος πάτερ τοῦ Κυρίου τὴν µορφήν, εὐσεβῶς κατασπάζεσθαι ἥν λαβὼν ἐν τῷ κόσµῳ ἐπέφανεν ἐκ Κόρης Παρθένου ὅν ὑπερυψοῦµεν εἰς πάντας τοὺς αἰῶνας».
Θ΄ ὠδή, 1ον τροπάριον: «Ὑπερµαχοῦντα ὑπὲρ τῆς Χριστοῦ Ἐκκλησίας, ὁ βροτοκτόνος βλέπειν οὐκ ἰσχύων σε, πειρασµούς σοι ἐπεκτείνει· ὅµως ἀκλινὴς µεµένηκας, ἀνδρειοφρόνως πρὸς Βασιλεῖς σκαιούς, ἀνθιστάµενος καλῶς, πείθων προσκυνεῖν τὴν Εἰκόνα Χριστοῦ Θεόφανες».
14ος) Τὴν Ἁγίαν 7ην Οἰκουµενικὴν Σύνοδον τῶν 360 ἁγίων Θεοφόρων πατέρων ὅπου κατεδίκασαν ὅλους τοὺς αἱρετικοὺς καὶ εἰκονοµάχους καὶ ἔθεσαν Ὅρον Πίστεως, ποίας εἰκόνας νὰ προσκυνοῦµεν οἱ ὀρθόδοξοι. Βάσει αὐτοῦ τοῦ ὅρου πίστεως ὅλοι αὐτοὶ οἱ προαναφερθέντες ἅγιοι ὁµολογητὲς πατέρες καὶ οἱ µετέπειτα ποὺ θὰ ἀναφέροµεν ἐν ἑνὶ στόµατι ὁµολογοῦν, ὅτι πρέπει νὰ προσκυνοῦµεν βάσει τῆς Ἀποστολικῆς παραδόσεως τῆς Ἐκκλησίας, τὴν Εἰκόνα τοῦ Χριστοῦ, τῆς Παναγίας, τῶν ἁγίων ἀγγέλων καὶ πάντων τῶν Ἁγίων.
Οὐδαµοῦ ἐφάνη οὔτε µία λέξις περὶ Εἰκόνος Ἀνάρχου Πατρός. Αἰσχυνθήτωσαν οἱ θρησκόληπτοι προσκυνοῦντες Εἰκόνα παπικῆς προελεύσεως. Σηµειωτέον ὅτι αὐτὴ ἡ Ἁγία 7η Οἰκουµ. Σύνοδος, ἐκείνους πού ἐπί δεκαετίες (ὅσες ἐκράτησε ὁ πόλεµος τῶν εἰκονοµάχων) πάλεψαν ἀνδρείως καὶ ὑπέστησαν φοβερὲς κακώσεις καὶ τροµερὰ µαρτύρια γιὰ τὴν Εἰκόνα τοῦ Χριστοῦ, τῆς Παναγίας καὶ πάντων τῶν Ἁγίων, τοὺς κατατάσσει µετὰ τῶν Ἁγίων καὶ τοὺς ὀνοµάζει ὁµολογητάς.
3ον τροπάριον τῆς ἰδίας(; Ποίας) ὠδῆς:
«Νεανικὴν ἔνστασιν ἐπιδεικνύµενος, καὶ τῷ Θείῳ ζήλῳ πυρπολούµενος, ὁ πατρικὸς δῆµος Ἠλιοῦ οἷα τῆς αἰσχύνης, τοὺς ἱερεῖς ἐθανάτωσε· διὸ σὺν παρρησία, τοῦ Χριστοῦ τὴν Εἰκόνα, σχετικῶς προσκυνεῖν ἐδογµάτισε».
Ε΄ ὠδή, 1ον τροπάριον: «Ὑψηλῇ διανοίᾳ, συνδιασκεψάµενοι ἀναθεµάτισαν, τοὺς εἰκονοµάχους, ὡς ἀλλόκοτα τούτους φρονήσαντες, οἱ σεπτοὶ πατέρες· καὶ τὴν τιµὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκὸς ἀπονέµειν ἐθέσπισαν».
Κοντάκιον αὐτῶν: «Ὁ ἐκ Πατρὸς ἐκλάµψας ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει· ὅν εἰδότες, οὐκ ἀρνούµεθα τῆς µορφῆς τὸ ἐκτύπωµα· αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβοµεν πιστῶς· καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν Εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως».
Ὅλος ὁ δογµατικὸς χαρακτῆρας τῶν Ἁγίων Εἰκόνων, φαίνεται σ΄ αὐτὸ τὸ Κοντάκιο. ∆ηλαδὴ οὔτε λόγος περὶ Τοῦ Ἀνάρχου Πατρὸς ὡς ἀγεννήτου, ἀΰλου Πνεύµατος, ἀοράτου, ἀπεριγράπτου καὶ ἀσχηµατίστου Θεοῦ Πατρός.
Οἶκος (συνέχεια): «Θέλων ὁ πανοικτίρµων Θεὸς ἡµᾶς διεγείρειν ἀεὶ πρὸς µνήµην τελείαν τῆς Αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ χρωµατουργίας τῶν εἰκόνων, τὴν σεβάσµιον ἀνατυποῦσθαι µορφήν· ὅπως ταύτην ἐπ΄ ὄψεσιν ὁρῶντες, πιστεύοµεν, ἅπερ λόγῳ ἀκηκόαµεν· γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνοµα, τὸ σχῆµα καὶ τοὺς ἄθλους τῶν ἁγίων ἀνδρῶν· καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόµενον τοῖς ἁγίοις ἀθληταῖς τε καὶ µάρτυσι· δι΄ ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴ πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν Εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως “.
Σφραγίζονται τὰ στόµατα τῶν προσκυνούντων τὴν παπικὴν Εἰκόνα τοῦ Ἀνάρχου Πατρός.
Η΄ ὠδή, τροπάριον 1ον: «Νοµοθετεῖ µὲν ἄριστα, τῶν πατέρων ὁ σύλλογος, τοῖς Θεοσεβέσιν σχετικὴν προσκύνησιν, καὶ τὴν ἀναστήλωσιν, τῆς ἱερᾶς Εἰκόνος Χριστοῦ· οἱ φιλοευσεβεῖς δέ, τὴν ἐτήσιον µνήµην, ὡς παῖδες ἐκτελοῦµεν, εὐπειθεῖς τὴν ἐκείνων, καὶ πόθῳ τὴν Εἰκόνα Χριστοῦ καταφιλοῦµεν».
Σαφέστατα ὅτι περὶ Εἰκόνος Ἀνάρχου Πατρὸς οὔτε λόγος ὡς ἀνύπαρκτης.
Θ΄ ὠδή, τροπάριον 2ον: «Μεγάλων ἠξιώθητε τῶν τιµῶν, ἐπὶ γῆς οὐρανόφρονες ἅγιοι ὅτι Χριστοῦ, τὸν τύπον ἐτιµήσατε σχετικῶς».
15ος) Ὁ ἅγιος Νικήτας ὁ πατρίκιος καὶ ὁµολογητής (13 Ὀκτωβρίου, ἰδὲ Μηναῖο Σαλιβέρου, Συναξάρι): «…τὴν τοῦ Χριστοῦ καὶ Θεοῦ µου Εἰκόνα οὐ παύσοµαι ἀεὶ προσκυνῶν, κἄν ὑµεῖς ἀπαρέσκησθε … λοιπὸν ἐξόριζε, σφάττε, ποίει ὅ βούλει…».
16ος) Ὁ ἅγιος Γρηγόριος ὁ ὁµολογητής, Ἐπίσκοπος Ἀλεξανδρείας (5 Νοεµβρίου, ἰδὲ συνοπτικὸ Συναξάρι εἰς Μηναῖον Σαλιβέρου):
«Ὑπὲρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ µου ἁγίας Εἰκόνος ἑτοίµως ἔχω µεληδὸν κατατµηθῆναι…».
17ος) Ὁ ἅγιος Θεόδωρος Στουδίτης, Μέγας ὁµολογητής (11 Νοεµβρίου, ἰδὲ α΄ ὠδὴ 4ον τροπάριον):
«Νενικηκὼς τὰ τῶν παθῶν σκιρτήµατα, τὰς τῶν τυράννων ὁρµάς, νεανικῶς µάκαρ, πάσας ἐξεφαύλισας, πεπαρρησιασµένῃ ψυχῇ, τοῦ Χριστοῦ τὴν Εἰκόνα, τιµᾷν διδάσκων Θεόδωρε, καὶ τὰ τῶν ἁγίων µορφώµατα».
Αὐθεντικὴ διδασκαλία.
Ζ΄ ὠδή, 2ον τροπάριον (Μηναῖο Σαλιβέρου):
«Τὸ Θεῖον εἰκόνισµα, µορφῆς τρισµάκαρ τῆς ἀνθρωπίνης Χριστοῦ, προσκυνῶν διετέλεις, τοῖς Θεοµάχοις ἀντιταττόµενος, µέχρι θανάτου, καὶ ψάλλων Θεόδωρε· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡµῶν».
Η΄ ὠδή, 1ον τροπάριον: «Σεσοβηµένους ἔδειξας, Θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιµητικῶς εἰκόνα Χριστοῦ, σέβειν προσκυνεῖν τε, καὶ τιµᾷν Θεοφρόνως, καὶ µέλπειν τῷ ∆εσπότῃ…».
18ος) Ὁ ἅγιος Στέφανος ὁ Νέος καὶ ὁµολογητής (28 Νοεµβρίου, Μηναῖο Σαλιβέρου)
1ον τροπάριον ἑσπερινοῦ: «…τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁµοίωµα».
19ος) Ὁ ἅγιος Γερµανὸς Πατριάρχης Κων/πόλεως (ἰδὲ Μέγα Συναξαριστήν, Κυριακὴ Α΄, τῆς Ὀρθοδοξίας), ὅτε διελέγετο µὲ τὸν εἰκονοµάχο Λέοντα τὸν Ἴσαυρο εἶπε: «Ἐὰν δὲν ἦτο πρέπον νὰ ζωγραφίζωµεν τὸ πρόσωπον τοῦ Χριστοῦ καὶ τῶν ἁγίων, πῶς ἤθελε τυπώσει ὁ ἴδιος ὁ Χριστὸς µόνος Του τὸ πρόσωπόν Του εἰς τὸ Μανδήλιον …» (σελ. 259. Ἰδὲ καὶ σελ. 260). Ὅταν δὲ ὁ Ἴσαυρος Λέων εἰκονοµάχος τοῦ ἔλεγε ὅτι προσκυνοῦµεν οἱ Χριστιανοὶ εἴδωλα, ὁ ἅγιος τοῦ ἀπήντησε: «Εἰκὼν δὲ εἶναι ἐκείνη τῆς ὁποίας τὰ µέλη δὲν χωρίζουν καὶ δὲν δύναται νὰ πιάσῃ τις ἰδιαιτέρως οὔτε χεῖρας οὔτε πόδας, οὔτε ἄλλο τι µέλος. ∆ιὰ τοῦτο καὶ ἡµεῖς, ἐὰν εἰς ὁµοίωµα τι τοῦ Χριστοῦ ἢ τῶν ἁγίων χωρίζουν τὰ µέλη του, δὲν τὸ προσκυνοῦµεν, ἐπειδὴ ἔχει τύπον εἰδώλου, ἀλλὰ εἴ τι ὁµοίωµα εἶναι ἐζωγραφισµένον ἀπὸ καλὸν τεχνίτην καὶ ἔχει ὁµοίωσιν τοῦ προσώπου τοῦ Χριστοῦ, τῆς Παναγίας ἢ τῶν ἄλλων ἁγίων ἐκεῖνο τιµῶµεν καὶ προσκυνοῦµεν».
20ος) Εἰς τὸν ἴδιον Συναξαριστὴν διαβάζοµεν ὅτι ἡ Βασίλισσα Θεοδώρα εἶπε εἰς τοὺς ἁγίους Πατέρας µετὰ τὸν θάνατον τοῦ ἀνδρός της εἰκονοµάχου Θεοφίλου: «Σᾶς πληροφορῶ ὅτι καὶ ἐγὼ ἀπ΄ ἀρχῆς ἤµουν ὀρθόδοξος, προσκυνοῦσα εἰς τὸ κρυπτὸν τὰς ἁγίας Εἰκόνας, διὰ νὰ µὲ πιστεύσετε δέ, ἰδοὺ καὶ ἡ ἀπόδειξις· ταῦτα εἰποῦσα ἀνέσυρε παρευθὺς ἀπὸ τοῦ στήθους της ἐγκόλπιον Εἰκόνα τοῦ Χριστοῦ καὶ τῆς Παναγίας καὶ τὴν ἠσπάσθη λέγουσα: ” Εἴ τις δὲν προσκυνεῖ τὴν Εἰκόνα τοῦ Χριστοῦ, τῆς Παναγίας Θεοτόκου, καὶ Πάντων τῶν Ἁγίων, ἂς ἔχη τὸ ἀνάθεµα».
Ἐὰν ὑπῆρχε Εἰκόνα τοῦ Ἀνάρχου Πατρὸς δὲν θὰ τὴν ἀνέφερε καὶ δὲν θὰ τὴν συνιστοῦσε νὰ τὴν προσκυνοῦν, ἀφοῦ ἐξεφώνησε τὸ ἀνάθεµα, µόνον γιὰ τὴν µὴ προσκύνησιν τῆς Εἰκόνος Τοῦ Χριστοῦ, τῆς Παναγίας καὶ Πάντων τῶν Ἁγίων; –Ὅπως λέγει ὁ ὅρος Πίστεως 7ης Συνόδου.
21ος) Ὅπως προανέφερα στὴν ἀρχὴν ἐδῶ κατὰ τὴν τάξιν πρέπει νὰ ξανὰ ἀναφέρω τί εἶπε ὁ πολὺς Θεοτόκης Νικηφόρος στὸ Κυριακοδρόµιον του τὴν Κυριακὴν τῆς Ὀρθοδοξίας σελὶς 333: «Λαµπρὰ πανήγυρις σήµερον, ὦ ἀδελφοί, καὶ ἔνδοξος καὶ σεβάσµιος ἡµέρα· σήµερον εὐφραίνονται πάντες οἱ ὀρθόδοξοι, βλέποντες ἀναστηλωµένην τὴν Θεανδρικὴν Εἰκόνα τοῦ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς Παναγίας Αὐτοῦ Μητρὸς καὶ Πάντων τῶν Ἁγίων. Ἐξ Ἀποστολικῆς Παραδόσεως…».
Καὶ πάλιν τὸν ὅρον τῆς Ἁγίας 7ης Συνόδου φέρει καὶ ὁ πολὺς Νικηφόρος Θεοτόκης. Σφραγίζεται στόµα ἀγροίκου καὶ φανατισµένου ποὺ κατηγορεῖ καὶ συκοφαντεῖ αὐτοὺς ποὺ δὲν προσκυνοῦν παπικὴ Εἰκόνα τοῦ Ἀνάρχου Πατρός, τελείως ἀνύπαρκτη, καὶ νὰ τοὺς καλεῖ εἰκονοµάχους· καὶ τὸ ποιὸ φοβερὸ ὅτι λέγουν: «∆ὲν προσκυνοῦν τὴν Ἁγία Τριάδα» οἱ ἀθεόφοβοι. Τροµεροὶ καὶ ἀδίστακτοι συκοφάντες!
22ος) Ὁ ἅγιος Νικηφόρος Πατριάρχης Κων/πόλεως ὁ ὁµολογητής. Αὐθεντικὴ µορφὴ ποὺ κατακεραύνωσε τοὺς εἰκονοµάχους· ἔλεγε: «Κατασκευάζουµε τὶς Εἰκόνες Του, ὄχι ὡς Θεὸ Λόγο, ἀλλοίµονο ἂν τὸ κάναµε, ἀφοῦ εἶναι ἀόρατος καὶ ἀπλησίαστος καὶ ἀσχηµάτιστος καὶ θὰ ἦταν µία πράξη ἀκροτάτης παραφροσύνης, ἀλλὰ σὰν ἄνθρωπο, ὅπως ἐµφανίστηκε ἀπὸ κάθε ἄποψη» (Ἰδὲ “Ἀπαγορευµένες Ἀπεικονίσεις”, Γεωργίου Γαβριήλ).
23ος) Ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης, Μέγας ὁµολογητής: «Ἡ Ἁγία Τριὰς µόνον δὲν ζωγραφίζεται σὲ Εἰκόνα, γιατὶ δὲν εἶναι δηµιούργηµα, ἀλλὰ ὁ ἀκατασκεύαστος Θεός» (Ἰδὲ “Ἀπαγορευµένες Ἀπεικονίσεις”, Γεωργίου Γαβριήλ).
24ος) Ὁ ἅγιος Ἰωάννης ∆αµασκηνός, Μέγας Πατήρ: «Ὅταν ὁ Ἀόρατος παίρνει δούλου µορφή… καὶ ἀποκτᾶ σῶµα καὶ σάρκα, τότε µπορεῖς νὰ ζωγραφίσῃς τὴν Εἰκόνα Του».
«Ἂν προσπαθούσαµε νὰ κατασκευάσουµε εἰκόνα τοῦ Ἀοράτου Θεοῦ, θὰ ἦταν πράγµατι ἁµαρτία. Ἂν κάποιος τολµήσῃ νὰ φτιάξῃ εἰκόνα τῆς ἄϋλης, ἀσώµατης, ἀόρατης, καὶ ἀσχηµάτιστης Θεότητας (δηλαδὴ τῆς Ἁγίας Τριάδος) τὴν ἀπορρίπτουµε σὰν ψευδῆ καὶ νόθα».
«Ποιὸς µπορεῖ νὰ κατασκευάσῃ ὁµοίωµα τοῦ ἀοράτου, ἀσωµάτου, ἀπεριγράπτου καὶ ἀσχηµατίστου Θεοῦ; Εἶναι ἀκραία παραφροσύνη καὶ ἀσέβεια νὰ δίνῃ κανεὶς σχῆµα στὸ Θεῖο» (Ἰδὲ “Ἀπαγορευµένες Ἀπεικονίσεις”, Γεωργίου Γαβριήλ).
Παραφροσύνη καὶ τρέλα καὶ ἁµαρτία καὶ ἀσέβεια ἐν ἑνὶ στόµατι καὶ µιᾷ καρδίᾳ λέγουν οἱ Ἅγιοι ἀνωτέρω Μεγάλοι Θεοφόροι Πατέρες).
∆υστυχῶς ὅπως στοὺς οἰκουµενιστὰς αἱρετικοὺς καὶ νεοεποχῖτες δὲν ἔχουν οὐδεµία ἀξία αἱ ἅγιες 7 Οἰκουµενικὲς Σύνοδοι καὶ οἱ ἱεροὶ κανόνες καὶ παραδόσεις τῆς Ἐκκλησίας, ἔτσι καὶ σὲ µερικοὺς δῆθεν σοῦπερ ὀρθοδόξους Χριστιανοὺς συµβαίνει νὰ µὴν παραδέχωνται τῶν Ἁγίων Πατέρων τὶς ὁµολογίες ποὺ προαναφέραµε, τὴν ἁγίαν 7ην Οἰκουµενικὴ (τὸν ὅρον πίστεως).
ΣΥΝΕΧΙΖΕΤΑΙ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου