Τετάρτη 4 Ιανουαρίου 2023

 


Χαιρετισμοί εις τον Άγιον Νικηφόρον τον Λεπρόν


Παρακλητικός Κανών εις τον Αρτίως Εκλάψαντα Όσιον και Θεοφόρον Πατέρα ημών Νικηφόρον τον Λεπρόν Τουπικλήν Τζαννακάκην

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ἡκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν ἐμοῖ ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου ἤ ψυχῇ μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, ὀδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξον με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, ἐξᾴξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εἰμί.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


καὶ τὸ ἑξῆς·


Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἀγογγύστως τὰς πληγὰς ἐνεγκόντα  τῆς λέπρας μέλψωμεν, σεπτὸν Νικηφόρον, ὥσπερ Ἰὼβ τὸ πρότερον καὶ τὴν ἐν δεινοῖς καρτερίαν ᾄσμασιν, οἱ ἐν ταῖς ἀσθενείαις ἀλγεινῶς τρυχόμενοι καὶ βοήσωμεν πίστει· Ἐκ νοσημάτων πάντας χαλεπῶν τοὺς σοὺς ἱκέτας ταχέως ἀπάλλαξον.


Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν λευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ψαλμός Ν´(50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·

” Νικηφόρε, νικητὴν ἐν νόσοις δεῖξόν με. Χ.”


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Νοσούντων ὁ ἄμισθος ἰατρός, λεπρὲ Νικηφόρε, Θείας Χάριτος ποταμέ, τοῖς νάμασι θείων πρεσβειῶν σου ἡμῶν δεινὰς ἀσθενείας θεράπευσον.


Ἰάτρευσον πάθη τὰ σαρκικὰ ἡμῶν, Νικηφόρε, προστρεχόντων ταῖς σαῖς λιταῖς πρὸς τὸν ἰατῆρα τῶν σωμάτων καὶ τῶν ψυχῶν, Ἰησοῦν, τὸν ἀνάργυρον.


Κοσμῆτορ, πανόσιε, τῶν λεπρῶν, ἰδεῖν, Νικηφόρε, κατηξίωσαι τοῦ Χριστοῦ τὸ κάλλος τὸ ἄῤῥητον προσώπου, Οὗ καὶ ἡμᾶς κατιδεῖν καταξίωσον.


Θεοτοκίον.

Ἡ μόνη μερόπων καταφυγὴ ἐν βίου ἀνάγκαις, περιστάσεσι ζοφεραῖς καὶ νόσοις καὶ θλίψεσι, Παρθένε, ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ συμπτώσεων.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Φρέαρ βλῦζον ἐπώφθης τοῖς ἀλγεινῶς στένουσι νάματα, σεπτέ, ὑγιείας, ἄμφω δυνάμεως καὶ σθένους, μάκαρ λεπρέ, θαυματουργὲ Νικηφόρε, ὃν Χριστὸς ἀνέδειξε Χάριτος πέλαγος.


Ὁσιώτατε πάτερ, ὁ τῶν λεπρῶν δίοδον τὴν στενὴν ἀνύσας προθύμως καὶ εἰς θεώσεως φθάσας σαφῶς πλατυσμόν, δός, Νικηφόρε, λιταῖς σου πᾶσιν εὐφημοῦσί σε ἄμφω ὑγίειαν.


Ῥαντισμῷ χάριτός σου, φίλε Θεοῦ γνήσιε, πάντας καθαγίαζε, πάτερ, σοὶ καταφεύγοντας ἐν τοῖς τοῦ βίου δεινοῖς καὶ πειρασμοῖς, Νικηφόρε, ὃν Θεὸς δι’ ἄφατον πίστιν ἡγίασεν.


Θεοτοκίον.

Ἐλεοῦσα Παρθένε, Μῆτερ Θεοῦ ἄχραντε, Νικηφόρου θείου πρεσβείαις πᾶσι κατάπεμψον θεόθεν τοὺς οἰκτιρμοὺς τοῦ εὐϊλάτου Υἱοῦ σου καὶ Αὐτοῦ τὸ ἄμετρον, Δέσποινα, ἔλεος.


Θεράπευσον δεινῶς νοσοῦντας, πανόσιε Νικηφόρε, ὁ τῆς λέπρας στεῤῥῶς σταυρὸν βαστάσας, τῇ χάριτι πλουσίως δοθείσῃ σοι οὐρανόθεν.


Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Στενὴν ἀτραπὸν τῆς λέπρας Θείᾳ Χάριτι ἀνύσας καλῶς εἰς πλάτος, πάτερ Ὅσιε, Νικηφόρε, ἔφθασας τῆς θεώσεως· ὅθεν ἀπείληφας τὴν χάριν πέμπειν πᾶσι θαυμαστῶς νοσοῦσι πλουσίως τὰ ἰάματα.


ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Νικηφόρε, ἀγῶνάς σου καὶ ὑπομονήν σου ἐν ἀσθενείαις σου ὁ Θεοῦ Υἱὸς θεώμενος ἔδειξέ σε κρήνην τῶν ἰάσεων.


Ἰατρεύεις νοσήματα χαλεπὰ τῇ χάριτι Θείου Πνεύματος, Νικηφόρε, λέπρας στίγματα ὁ βαστάζων, ἔνθεε, ἐν σώματι.


Καθαγίασον, Ὅσιε Νικηφόρε, νάμασι σῶν δεήσεων πρὸς τὸν Ὕψιστον τοὺς σπεύδοντας προσκυνῆσαι θήκην τῶν λειψάνων σου.


Θεοτοκίον.

Ἡ ἐν μήτρᾳ βαστάσασα τὸν ἀεὶ βαστάζοντα κόσμου σύμπαντα, Νικηφόρου παρακλήσεσι πάντας ἐπευλόγει τοὺς ὑμνοῦντάς σε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τύπον ἀρετῶν ὡς παντοδαπῶν τιμῶντές σε, Νικηφόρε, ἐκδεχόμεθα λιτὰς διαθέρμους σου πρὸς Κύριον τὸν εὔσπλαγχνον.


Ἣσχυνας ἐχθρὸν τῇ ἀμέμπτῳ πολιτείᾳ σου καὶ ἐν νόσοις ἀκραιφνεῖ ὑπομονῇ, Νικηφόρε, ἱκετῶν σου φύλαξ ἄγρυπνε.


Νεῦσον ταῖς ἡμῶν, Νικηφόρε, παρακλήσεσι καταπαύων τὰ σκιρτήματα σαρκός, ἀσθενείας ἀγογγύστως ἧς ὑπέμεινας.


Θεοτοκίον.

Ἔμπλησον χαρᾶς, Μῆτερ, καὶ ἀγαλλιάσεως τὰς καρδίας οἰκετῶν σου, ἀγαθὴ Θεοκῦμον, Νικηφόρου παρακλήσεσι.


ᾨδὴ στ΄. Τὴν δέησιν.

Νικήτορας σαῖς εὐχαῖς ἀνάδειξον, Νικηφόρε, κατ’ ἐχθρῶν ἀοράτων τοὺς σὲ τιμῶντας ὡς λεπροκομείου σεπτὸν οἰκήτορα καὶ ἰσοστάσιον Ἀνθίμου, τοῦ πανευλαβοῦς ἱερέως ἐν Χίῳ, ἀσκήσεως.


Νῦν στένοντας, Νικηφόρε Ὅσιε, εὐσεβεῖς ἐκ τοῦ ἰοῦ πανδημίας, τοῦ κεκλημένου κορώνης, εὐχαῖς σου θεοπειθέσιν ἀνάψυξον τάχιστα, ἵνα ὑμνῶμέν σε τρανῶς ἰατρὸν ὡς νοσούντων θεόσδοτον.


Ὁδήγησον τοὺς πανδήμως στένοντας ἐκ λοιμώδους ἀσθενείας πρὸς δόμους ἀγαλλιάσεως καὶ ὑγιείας, σημειοφόρε λεπρέ, πάτερ Ὅσιε, ὁ ὁδηγήσας πρὸς Θεόν, Νικηφόρε, ἐν βίῳ σὰ βήματα.


Θεοτοκίον.

Σὲ μέλπομεν, Θεοτόκε Δέσποινα, καθ’ ἑκάστην εὐσεβῶν αἱ χορεῖαι, ὡς γλυκασμὸν τῶν Ἁγίων Ἀγγέλων καὶ θλιβομένων χαράν, Μῆτερ, δούλων σου ἐκδεχομένων σὰς εὐχὰς πρὸς Υἱόν σου, Θεὸν τὸν εὐΐλατον.


Θεράπευσον δεινῶς νοσοῦντας, πανόσιε Νικηφόρε, ὁ τῆς λέπρας στεῤῥῶς σταυρὸν βαστάσας, τῇ χάριτιπλουσίως δοθείσῃ σοι οὐρανόθεν.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὃν αἰωρούμενον εἶδεν Εὐμένιος ἐν προσευχῇ, Νικηφόρον, τιμήσωμεν, τοῦ λεπροκόμου Ἀνθίμου ὁμότροπον, ὡς ἰατρὸν ἀσθενούντων ἀνάργυρον, λεπρόν, τυφλὸν καὶ παράλυτον Ὅσιον.


Προκείμενον.

Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.


Εὐαγγέλιον· Κατὰ Ἰωάννην ( Κεφ. ι΄ 9 -16 ).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.


Δόξα.

Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου…

Προσόμοιον.

Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.

Πάμπτωχε ὁμότροπε παραβολῆς τοῦ Λαζάρου, Νικηφόρε Ὅσιε, ἐν Ναῷ οὗ ἔψαλλες τῷ Παντάνακτι, τῷ αὐτοῦ, πάντιμε πάτερ, φερωνύμῳ ἐν λεπροκομείῳ, ἅπαντας τοὺς σοὶ πρστρέχοντας ἐν ἀγκάλαις ἐπαναπαύεσθαι τοῦ Ἀβραὰμ ἀξίωσον μετὰ πότμον σαῖς παρακλήσεσιν, ὧνπερ ἀπολαύεις ὡς σκεῦος καθαρὸν ὑπομονῆς καὶ συμπαθείας πρὸς κάμνοντας καὶ ἐν βίῳ στένοντας.


Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οἱ ἐν νόσοις ὡς θεῖον ἰατρὸν σὲ τιμῶντες, λεπρὲ πανόσιε, προσφεύγομεν σῇ σκέπῃ, θεόφρον Νικηφόρε, Θείας Χάριτος σκήνωμα, θεραπευτὰ ταχινὲ τῶν σοὶ καταφευγόντων.


Ἱκετῶν σου ἀκέστωρ, Νικηφόρε, ὑπάρχεις ταχύς, ὁμόσκηνε ἐν δόξῃ Εὐμενίῳ ὀλβίῳ καὶ Ἀνθίμῳ, μεθ’ ὧν νέμεις ὑγίειαν ἄμφω τοῖς ὕμνοις λαμπροῖς νῦν μεγαλύνουσί σε.


Σωτηρίας πρὸς τρίβους, Νικηφόρε, ὁδήγει τοὺς σοὶ προστρέχοντας καὶ σὲ ὑμνολογοῦντας ὡς γαληνὸν λιμένα τῶν πιστῶν καὶ πανεύδιον ἐν βίῳ, οἴμοι, δεινῶς θαλαττευόντων, μάκαρ.


Θεοτοκίον.

Δέξαι ὕμνον, Παρθένε, εὐλαβῶν σου προσφύγων, Θεογεννήτρια,τῶν σὲ μεγαλυνόντων διάσωσμα ὡς κόσμου, καὶ ὑμνούντων τὰ σκάμματα τοῦ νέου ἐν ἀσκηταῖς ὁσίοις, Νικηφόρου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἐξάρπασόν με ὀνύχων τοῦ παλαμναίου, Νικηφόρε λεπρέ, ὁ μανίας ἐκφυγὼν ἀσκήσει αὐτοῦ καὶ ταπεινώσει.


Ἱκάνωσόν με τυχεῖν εὐκλείας τῆς θείας, Νικηφόρε, ἧς ἐπαπολαύεις ὡς κοσμήτωρ νέος Χριστοῦ τῆς Ἐκκλησίας.


Ξενίας θείας ἐν οὐρανοῖς, Νικηφόρε, καταξίωσον σοὺς ὑμνηπόλους, σπεύδοντας ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.


Θεοτοκίον.

Ὄμβρισον πᾶσι τὸν ὑετὸν σῆς ἀγάπης, ὀμβροτόκε νεφέλη, Παρθένε, Νικηφόρου θείου ψεκάσι συμπαθείας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Νῦν σὲ παρακαλοῦμεν· Δόξης αἰωνίου καὶ οὐρανῶν χαρμονῆς καταξίωσον τοὺς εὐλαβῶς, Νικηφόρε, σὲ μακαρίζοντας.


Μὴ παύσῃ, Νικηφόρε μάκαρ, οὐρανόθεν ἐκδυσωπῶν τὸν Θεον δοῦναι ἅπασιν ἄμφω ὑγίειαν, πάτερ, τοῖς εὐφημοῦσί σε.


Ἐν βίῳ ἀγογγύστως ὁ καθυπομείνας τῆς λέπρας μάστιγα, πάτερ, ἀξίωσον τοὺς εὐσεβεῖς ὑπομένειν δεινὰ νοσήματα.


Θεοτοκίον.

Χριστοῦ τοῦ Ζωδότου Μῆτερ γλυκυτάτη, τοῦ Νικηφόρου θερμαῖς παρακλήσεσι εἰς χαρμονὴν τὰς ὀδύνας ἡμῶν μετάστρεψον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.


καὶ τὰ παρόντα Μεγαλυνάρια,

Παριδόντα λέπραν σωματικὴν ἐν ἐσχάτοις χρόνοις καὶ καθάραντα τὴν ψυχὴν προσευχῇ συντόνῳ, θεόπνουν Νικηφόρον, οὗ λείψανα βλυστάνει μύρον, τιμήσωμεν.


Χαίροις, τῶν νοσούντων ὁ ἰατρός, χαίροις, Νικηφόρε, ὁ τὴν λέπραν τὴν σαρκικὴν πίστεώς σου σθένει σαφῶς μεταποιήσας εἰς ψυχικήν σου ῥῶσιν, πάτερ, καὶ δύναμιν.


Ἔχων παῤῥησίαν πρὸς τὸν Θεὸν ὡς πνευματοφόρος καὶ πανόσιος ἀσκητής, Νικηφόρε, πάντας ἐκλύτρωσαι κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας, νόσων καὶ θλίψεων.


Χαίροις, τῶν Χανίων σεπτὸς βλαστός, τοῦ Σιλικαρίου τὸ ἐκβλάστημα τὸ σεπτόν, χαίροις, Νικηφόρε, λεπροκομείου Χίου οἰκῆτορ θεοφόρε,

πάτερ, καὶ σέμνωμα.


Χαίροις, ὀλετήριον ταχινὸν τοῦ ἰοῦ κορώνης, Νικηφόρε θαυματουργέ, χαίρις, θαυμασίων ὁ αὐτουργὸς καὶ κρήνη παντοίων ἰαμάτων, ἡ ἀκεσώδυνος.


Χαίροις, Νικηφόρε, ὁ τῶν λεπρῶν σὺν Ἀνθίμῳ θείῳ ὁ διάκονος ἀληθῶς, χαίροις, Εὐμενίῳ ὁ δείξας τῷ ὁσίῳ σὴν κεκρυμμένην χάριν ἅμα καὶ δύναμιν.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,

καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί

τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.


Καί νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὸν γνωστὸν τοῖς Ἀγγέλοις Χριστοῦ καὶ ἄγνωστον τοῖς χοϊκοῖς, Νικηφόρον, θεοειδῆ μοναχόν, κατ’ ἐχθροῦ τοῦ παλαμναίου νίκας φέροντα, ἀνευφημήσωμεν τυφλὸν καὶ παράλυτον λεπρόν, ὡς Ἄγγελον σαρκοφόρον, βοῶντες· Πάτερ, δυσώπει Χριστῷ σωθῆναι τοὺς τιμῶντάς σε.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·


Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πᾶσι, Νικηφόρε, εὐλαβῶς σπεύδουσι τῇ σῇ παῤῥησίᾳ πρὸς ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων, Κύριον τὸν πολυεύσπλαγχνον, Θείας Χάριτος σκήνωμα, λεπρέ, παρειμένε καὶ τυφλέ,κατάπεμψον ἄμφω ὑγίειαν, τοῖς ἐν ἀσθενείαις κειμένοις, ἵνα σὲ τιμῶμεν ὡς νόσων ἀλγεινῶν ταχὺ ἀλεξιτήριον.


Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.

’Ἀμήν.


Δίστιχον.

Νικηφόρε, ἰοῦ κορώνης συντήρει

πιστοὺς ἀνωτέρους, βοᾷ Χαραλάμπης

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου