Τετάρτη, 11 Νοεμβρίου 2015

Τόν διαπρύσιον φωστῆρα καί κοσμήτορα τόν διαλάμψαντα δεινῶς ἑν ἀγωνίσμασι ἀναμέλπει ἡ ὀρθόδοξος ἐκκλησία.Δοξασθείς παρά θεοῦ ὅνπερ ἐδόξασας τιμηθείς δέ παρ' αὐτῆς ἥνπερ ἐτίμησας ὄθεν κράζει σοι· Χαῖρε Στουδίου τό καύχημα.

Ἁγίου Θεοδώρου τοῦ Στουδίτου

Κοντάκιον
Τόν διαπρύσιον φωστῆρα καί κοσμήτορα τόν διαλάμψαντα δεινῶς ἑν ἀγωνίσμασι ἀναμέλπει ἡ ὀρθόδοξος ἐκκλησία.Δοξασθείς παρά θεοῦ ὅνπερ ἐδόξασας
τιμηθείς δέ παρ' αὐτῆς ἥνπερ ἐτίμησας
ὄθεν κράζει σοι· Χαῖρε Στουδίου τό καύχημα.
Ὁ Οἶκος
Ἄνθρωπος οὐρανόφρων ἀνεδείχθης παμμάκαρ
καί στῦλος τῇ σεπτῇ ἐκκλησία·
Σύ γάρ τούς ἀθετοῦντας πατρώους θεσμούς,
εἰκόνων τιμῇ νομίμου τε γάμου σύζευξιν, ἤλεγξας,
ἀπέρρηξας δέ ταύτης βοώσης.

Χαῖρε ὁ γόνος τοῦ Βυζαντίου· Χαῖρε τό κλέος μονῆς Στουδίου
Χαῖρε ἐκκλησίας τό ἔξοχον ἥδυσμα· Χαῖρε οἰκουμένης ἁπάσης τό στήριγμα
Χαῖρε ὅτι ὑπερμάχησας τῶν εἰκόνων τῆς τιμῆς· Χαῖρε ὅτι κατενίκησας τούς ἐχθρούς αὐτῶν δεινῶς
Χαῖρε νομίμου γάμου ἀκριβής νομοφύλαξ· Χαῖρε μοιχοζευξίας ὁ ἀκέστωρ καί ρύστης
Χαῖρε πληγῶν πανιοίων γευσάμενος· Χαῖρε δεινῶν πολλῶν ἐκλυτρούμενος
Χαῖρε τήν νέκρωσιν φέρων τοῦ κτίστου· Χαῖρε λαμπρέ λειτουργέ τοῦ Ὑψίστου
Χαῖρε Στουδίου τό καύχημα
ΕΚΚΛΗΣΙΟΛΟΓΙΚΑΙ ΘΕΣΕΙΣ ΟΣΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ
ΔΙΑ ΤΗΝ ΣΥΝΟΔΟΝ
Σύνοδος τοίνυν, δέσποτα, οὐ τό ἁπλῶς συνάγεσθαι ἱεράρχας τε καί ἱερεῖς, κἄν πολλοί ὦσι. Κρείσσων γάρ, φησί, εἷς ποιῶν τό θέλημα τοῦ Κυρίου, ἤ μυρίοι παραβαίνοντες· ἀλλά τό ἐν ὀνόματι Κυρίου, ἐν τῆ εἰρήνῃ καί φυλακῇ τῶν κανόνων· καί τό δεσμεῖν καί λύειν οὐχ ὡς ἔτυχεν, ἀλλ' ὡς δοκεῖ τῇ ἀληθείᾳ, καί τῷ κανόνι, καί τῷ γνώμονι τῆς ἀκριβείας. Ἤ δείξωσιν, οἰ συνελθόντες τοῦτο πεποιηκότες· καί ἡμεῖς σύν αὐτοῖς· ἤ οὐ δεικνύουσιν, ἐκβαλέτωσαν τόν ἀνάξιον, ἵνα μή εἰς κατηγόρημα αὐτοῖς καί ταῖς μετέπειτα γενεαῖς παραδοθήσεται· Ὁ λόγος γάρ ὁ τοῦ Θεοῦ δεδέσθαι φύσιν οὐκ ἔχει καί ἐξουσία τοῖς ἱεράρχαις ἐν οὐδενί δέδοται ἐπί πάσῃ παραβάσει κανόνος· ἤ μόνον στοιχεῖν τά δεδογμένα, καί ἕπεσθαι τοῖς προλαβοῦσιν.
(PG 99, 985Β)
Ἑρμηνεία.

Σύνοδος λοιπόν, Δέσποτα, δέν εἶναι ὅταν ἁπλῶς συγκεντρώνονται ἱεράρχες καί ἱερεῖς, ἔστω καί ἄν εἶναι πολλοί. Διότι λέγει ἡ γραφή "εἶναι προτιμότερο ἕνας, ὁ ὁποῖος ἐκτελεῖ τό θέλημα τοῦ Θεοῦ, παρά ἀναρίθμητοι, οἱ ὁποῖοι τό παραβαίνουν", ἀλλά τό νά συνάγωνται οἱ Ἱεράρχες κάτω ἀπό τό ὄνομα καί τήν εὐλογία τοῦ Κυρίου, μέ τόν σκοπό νά ἀκολουθοῦν καί νά μήν παραβαίνουν τούς ἱερούς κανόνες. Ἡ κάθε τιμωρία τήν ὁποία θά ἐπιβάλουν ἤ ἀθώωσις, δέν πρέπει νά γίνεται ὅπως ἀρέσει εἰς αὐτούς, ἀλλά νά εἶναι σύμφωνα μέ τήν ἀλήθεια καί μέ τούς κανόνες, ἔχοντες ὡς ὁδηγό τήν ἀκρίβεια. Ἐάν λοιπόν αὐτοί οἱ ὁποῖοι ἔκαναν τήν σύνοδο ἀποδείξουν ὅτι ἐτήρησαν ὅλα αὐτά, εἴμεθα ἕτοιμοι καί ἐμεῖς νά τούς ἀκολουθήσωμε. Ἐάν ὅμως δέν ἐτήρησαν εἰς τήν σύνοδο αὐτούς τούς νόμους, ἄς ἐκδιώξουν ἀπό τήν Ἐκκλησία τόν ἀνάξιο, (ἱερέα), ὥστε νά μή παραδοθῆ εἰς αὐτούς καί εἰς τίς μετέπειτα γενεές αὐτό τό κακούργημα. "Διότι ὁ λόγος τοῦ Θεοῦ δέν εἶναι δυνατόν νά δεσμευθῆ καί νά μήν μεταδίδεται ἐλεύθερα" καί δέν ἐδόθηκε καμμία ἐξουσία εἰς τούς ἱεράρχες νά παραβαίνουν τούς κανόνες, ἀλλά νά ἀκολουθοῦν πιστά ὅ,τι ἔχει παραδοθεῖ ὥς δόγμα καί διδασκαλία τῆς Ἐκκλησίας καί νά συμπορεύονται μέ ὅλη τήν ὀρθόδοξο παράδοση.

 ΔΙΑ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ

Ούκ ἔστιν οὖν, οὐκ ἔστιν, ὦ δέσποτα, οὔτε τήν καθ' ἡμᾶς Ἐκκλησίαν, οὔτε ἑτέραν, παρά τούς κειμένους νόμους καί κανόνας ποιεῖν τι. Ἐπεί εἰ τοῦτο δοθείη, κενόν τό Εὐαγγέλιον, εἰκῇ οἱ κανόνες· καί ἕκαστος κατά τόν καιρόν τῆς οἰκείας ἀρχιερωσύνης, ἐπειδή ἔξεστιν αὐτῷ ὡς δοκεῖ μετά τῶν σύν αὐτῷ πράσσειν, ἔστω νέος εὐαγγελιστής, ἄλλος ἀπόστολος, ἕτερος νομοθέτης. Ἀλλ' οὐδαμῶς. Παραγγελίαν γάρ ἔχομεν ἐξ αὐτοῦ τοῦ ἀποστόλου, παρ' ὅ παραλάβομεν, παρ' ὅ οἱ κανόνες τῶν κατά καιρούς συνόδων καθολικῶν τε καί τοπικῶν, ἐάν τις δογματίζῃ, ἤ προστάσσῃ ποιεῖν ἡμᾶς, ἀπαράδεκτον αὐτόν ἔχει, μηδέ λογίζεσθαι αὐτόν ἐν κλήρῳ ἁγίων· καί τό δύσφημον παρῆμεν λέγειν ὅ αὐτός εἴρηκεν.   (PG 99, 985D).

Ἑρμηνεία.

Δέν ἐπιτρέπεται, λοιπόν, δέν ἐπιτρέπεται, ὠ δέσποτα, οὔτε ἡ ἰδική μας τοπική ἐκκλησία οὔτε κάποια ἄλλη, νά κάνη κάτι ἀντίθετο πρός τούς ὑπάρχοντας νόμους καί κανόνες.Ἐπειδή, ἄν αὐτό ἐπιτραπεῖ εἶναι ἄχρηστο τό εὐαγγέλιο καί μάταιοι οἱ κανόνες. Ἔται κάθε Ἐπίσκοπος κατά τόν καιρό τόν ὁποῖο ἀρχιερατεύει, ἄν ὑποθέσωμε ὅτι συνέβαινε αὐτό, δηλαδή νά ἐπιτραπῆ εἰς αὐτόν ὅ,τι θέλει νά κάνει μαζί μέ τούς ἀκολούθούς του, θά ἐγίνετο ἕνας καινούργιος Εὐαγγελιστής, ἕνας νέος ἀπόστολος, ἕνας ἄλλος νομοθέτης. Ἀλλά δέν συμβαίνει κάτι τέτοιο. Διότι ἔχομε παραγγελία ἀπό τόν ἴδιο τόν ἀπόστολο (Παῦλον), ἐάν κάποιος διδάσκει ἤ διατάζει νά κάνομε κάτι ἀντίθετο ἀπό αὐτό τό ὁποῖο παρελάβαμε ἤ ἀντίθετο ἀπό αὐτά πού λέγουν οἱ ἱεροί κανόνες τῶν τοπικῶν καί οἰκουμενικῶν συνόδων νά μήν τόν ἀποδεχόμεθα, οὐτε νά τόν συναριθμοῦμε μέ τόν ὀρθόδοξο κλῆρο. Καί ἀποφεύγουμε νά ἀναφέρουμε τήν κατάρα, τήν ὁποῖα ὁ ἴδιος ἀπόστολος ἐκφώνησε, δι' αύτούς οἱ ὁποῖοι διδάσκουν εἰς τήν ἐκκλησία ἤ διατάζων νά πράττωμε ἀντίθετα πρός τούς νόμους της πράγματα.

ΔΙΑ ΤΟΥΣ ΜΟΝΑΧΟΥΣ
Εἰ γάρ ὁ Υἱός τοῦ Θεοῦ ὁ Κύριος καί Δεσπότης ἁπάντων ἑαυτόν ἀνήνεγκεν ὑπέρ πάντων τῷ Θεῷ καί Πατρί θυσίαν· τί ὀφείλομεν ἡμεῖς, καί πόσον οὐ χρωστοῦμεν δι' αὐτόν παθεῖν καί ὑπομεῖναι; Καί γε οἱ μονάζοντες καί τῇ ἀποταγῇ σταυρωθέντες· οἵ γε ἀληθῶς καί οὐκ ἀνονήτως ἀποταξάμενοι· ἐπεί μή ἀπό τοῦ ἔξωθεν σχήματος μόνον ἔστι κρίνειν τά πράγματα· πολλοί γάρ οἱ προσωπεῖα ὑποδυόμενοι, καί οὐκ ὄντες ὅπερ φαίνονται ἀλλ' ἐκ τῶν ἔργων δηλονότι τά σχήματα. Εἰ οὖν μοναχοί εἰσί τινες ἐν τοῖς νῦν καιροῖς, δειξάτωσαν ἐπί τῶν ἔργων. Ἔργων δέ μοναχοῦ, μηδέ τό τυχόν ἀνέχεσθαι καινοτομεῖσθαι τό Εὐαγγέλιον· ἵνα μή ὑπόδειγμα τοῖς λαϊκοῖς προτιθέμενοι αἱρέσεως καί αἱρετικῆς συγκοινωνίας, τῆς ὑπέρ αὐτῶν ἀπωλείας λόγον ὑφέξωσι. (PG 99, 1049C).

Ἑρμηνεία.

Διότι ἐάν ὁ Υἱός τοῦ Θεοῦ, ὁ Κύριος καί Δεσπότης ὅλων τῶν ἀνθρώπων, προσέφερε τόν ἑαυτόν του γιά χάρη ὅλων, εἶς τόν Θεό καί Πατέρα, τί ἄραγε ὁφείλομεν ἐμεῖς καί πόσο χρεωστοῦμε νά πάθωμε δι αὐτόν καί νά ὑπομείνωμε γιά χάρη Του; Καί βέβαια κατ' ἐξοχή καί πρωτίστως οἱ μοναχοί, οἱ ὁποῖοι διά τῆς ἀπαρνήσεως τοῦ κόσμου ἐσταυρώθηκαν, ἐάν βέβαια ἀληθινά καί ὄχι ψεύτικα καί ἀνώφελα ἀπαρνήθηκαν τόν κόσμο. Διότι δέν κρίνοναι τά πράγματα μόνο ἀπό τό ἐξωτερικό σχῆμα, ἀλλά ἐκ τῶν ἔργων κρίνονται τά σχήματα καί οἱ ἄνθρωποι. Πολλοί ὑποκρίνονται καί δέν εἶναι πραγματικά αὐτό πού ἐξωτερικά φαίνονται. Ἐάν λοιπόν ὑπάρχουν πραγματικοί μοναχοί εἰς τούς ἰδικούς μας χρόνους καί καιρούς, ἄς τό ἀποδείξουν ἀπό τά ἔργα των. Ἐπειδή τό ἔργο τοῦ μοναχοῦ εἶναι νά μήν ἀνέχεται νά ἀλλάζη καί νά ἀλλοιώνεται τό παραμικρόν, τό ὁποῖον διδάσκει τό Εὑαγγέλιον, ὥστε νά μή συμβῆ νά δώσουν κακό παράδειγμα εἰς τούς λαϊκούς αἱρέσεως ἤ ἐπικοινωνίας μέ τούς αἱρετικούς καί ἔτσι οἱ μοναχοί δώσουν λόγο εἰς τόν Θεό, διά τήν ἀπώλεια καί
τόν ψυχικό θάνατον τῶν λαϊκῶν.

ΔΙΑ ΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ
δέ τρίτη ἐπιβολή τοῦ λόγου, ὅτι εἰσί τινες μοναχοί ὡς τό δοκεῖν τῆς ὀρθῆς πίστεως ἀντεχόμενοι, καί πολλούς διωγμούς ὑπέρ ἀληθείας ὑπομεμενηκότες, συναναστρεφόμενοι δέ ὅμως, καί συνεσθίοντες τοῖς αἱρετικοῖς, καί συγκαταβαίνοντες, καί ἀδιάφορον τό πρᾶγμα οἰόμενοι, ὡς παρά τινι Πατρί νενομοθετημένοι, τρία ταῦτα φυλάξασθαι· μή εὐλογεῖσθαι ὑπό τῶν αἱρετιζόντων· μή συμψάλλειν αὐτοῖς προαρχομένοις· καί τό ἀπέχεσθαι τῆς κοινωνίας τοῦ ἄρτου αὐτῶν. Παρά τά διατεταγμένα τοῖς ἁγίοις Πατράσι τό λεγόμενον.Οὔτε γάρ συναναστρέφεσθαι, οὔτε συνεσθίειν, οὔτε συμψάλλειν, οὔθ' ὅλως ἔχειν τινά κοινωνίαν πρός αὐτούς καταδέχονται· ἀλλά καί τό οὐαί ἐπιφθέγγονται τοῖς μέχρι βρώματος, καί πόματος, καί σχέσεως κοινωνοῦσιν αὐτοῖς. Ὥστε ἐκκήρυκτος καί ἀλλοτριοδιδάσκαλος ὁ ἐκεῖνα λέγων, ὅστις ἄν εἴη ἐν ἀνθρώποις.
(PG 99, 1541B).

Ἑρμηνεία.

Ἡ τρίτη ὑπό σις τοῦ λόγου σου εἶναι, ὅτι ὑπάρχουν κάποιοι μοναχοί οἱ ὁποῖοι νομίζουν ὅτι εἶναι ἀφοσιομένοι εἰς τήν ὀρθήν πίστιν καί ἐνῶ ἔχουν ὑπομείνει χάριν τῆς ἀληθινῆς πίστεως πολλούς διωγμούς, συναναστρέφονται ὅμως καί συντρώγουν μέ τούς αἱρετικούς, κάνοντας τάχα κάποια συγκατάβαση, νομίζουν δέ ὅτι ἔχουν διδαχθεῖ ἀπό κάποιον πατέρα νά φυλάττουν μόνο αὐτά τά τρία· δηλαδή τό νά μήν εὐλογοῦνται ἀπό τούς αἱρετικούς, νά μήν ψάλλουν μαζί των, ὅταν οἱ αἱρετικοί ἀρχίζουν πρῶτοι νά ψέλνουν, καί νά μήν κοινωνοῦν ἀπό τά μυστήριά των. Αὐτά ὅμως τά ὁποῖα λέγουν εἶναι ἀντίθετα, ἀπό αὐτά τά ὁποῖα διέταξαν οἱ ἅγιοι Πατέρες. Διότι οἱ ἅγιοι διέταξαν οὔτε νά συμψάλλωμεν οὔτε νά ἔχωμε οἱωνδήποτε ἐπικοινωνία μέ αὐτούς, ἀλλά νά ἀναθεματίζουμε ἐκείνους τούς ὁποίους ἐπικοινωνοῦν μέ τούς αἱρετικούς, ἔστω καί μέχρι τοῦ σημείου νά συμφάγουν μαζί των.Ὥστε εἶναι ἀποκηρυγμένος καί αἱρετικός διδάσκαλος ἐκεῖνος ὁ ὁποῖος διδάσκει αὐτά τά πράγματα, ὅποιος καί ἄν εἶναι μεταξύ τῶν ἀνθρώπων.

ΔΙΑ ΤΗΝ ΠΙΣΤΙΝ
ΟΜΟΛΟΓΙΑ
ντολή γάρ Κυρίου μή σιωπᾷν ἐν καιρῷ κινδυνευούσης πίστεως. Λάλει γάρ, φησί, καί μή σιώπα. Καί, Ἐάν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ὥστε ὅτε περί πίστεως ὁ λόγος, οὐκ ἔστιν εἰπεῖν. Ἐγώ τίς εἰμι; Ἱερεύς; ἀλλ' οὐδαμοῦ. Ἄρχων; καί οὐδ' οὕτως. Στρατιώτης; καί ποῦ; Γεωργός; καί οὐδ' αὐτό τοῦτο. Πένης, μόνον τήν ἐφήμερον τροφήν ποριζόμενος. Οὐδείς μοι λόγος καί φροντίς περί τοῦ προκειμένου. Οὐά, οἱ λίθοι κράξουσι, καί σύ σιωπηλός καί ἄφροντις; ἡ ἀναίσθητος φύσις Θεοῦ ἐπακήκοε, καί αὐτός λαιλαπιστής; ὅ μή ἐψύχωται, μηδέ ἐν κριτηρίῳ λελογοθέτηται, δεδοικός οἱοναί τό πρόσταγμα φωνοβολεῖ· καί σύ ὁ μέλλων εὐθύνεσθαι ὑπό Θεοῦ ἐν καιρῶ ἐτάσεως, καί περί ἀργοῦ ῥήματος, κἄν ἐπαίτης εἶ, διδόναι λόγον· λέγεις ἀλογῶν· Τίς μοι ἐν τοῦτο φροντίς; Ταῦτα, ὦ δέσποτα, φησίν ὁ Παῦλος, μετεσχημάτισα εἰς ἐμαυτόν καί Ἀπολλώ δι' ὑμᾶς· ἵνα ἐν ἡμῖν μάθητε τό μή ὑπέρ ὅ γέγραπται φρονεῖν. Ὥστε καί αὐτός ὁ πένης πάσης ἀπολογίας ἐστέρηται ἐν ἡμέρᾳ κρίσεως, μή τανῦν λαλῶν ὡς κριθησόμενος καί διά
τοῦτο μόνον· ....
PG 99,1321 Β

Ἑρμηνεία.

Εἶναι λοιπόν ἐντολή τοῦ Θεοῦ νά μήν σιωποῦμε ὅταν κινδυνεύει ἡ πίστις. Διότι λέγει ἡ γραφή νά ὁμιλῆς καί νά μή σωπαίνης· καί "ἐάν ὐποχωρεῖ κάποιος δέν ἀναπαύεται τό πνεῦμα μου εἰς αὐτόν" καί ἐπίσης "ἐάν αὐτοί σιωπήσουν θά φωνάξουν δυνατά οἱ πέτρες". Ὥστε ὅταν πρόκειται διά τήν πίστιν δέν εἶναι δυνατόν κάποιος νά πεῖ. Ἐγώ ποῖος εἶμαι; Εἶμαι ἱερέας; Ὄχι. Εἶμαι ἄρχοντας; Οὔτε. Εἶμαι στρατιώτης; ἀπό ποῦ; Εἶμαι γεωργός; Οὔτε καί αὐτό. Εἶμαι ἕνας πτωχός, ὁ ὁποῖος προσπαθῶ νά ἐξασφαλίσω τήν καθημερινήν μου τροφήν. Δέν ἔχω λόγο οὔτε μέ ἐνδιαφέρει τό θέμα αὐτό. Ἀλοίμονο οἱ πέτρες θά φωνάζουν δυνατά καί σύ μένεις σιωπηλός καί ἀδιάφορος;Ἡ ἀναίσθητη φύση ὑπήκουσε εἰς τόν θεό καί σύ μέ τήν ἀδιαφορία σου δημιουργῆς σύγχυσι; Αὐτό τό ὁποῖο δέν ἔχει ψυχή οὔτε θά κριθῆ ἀπό τόν Θεό, φοβούμενο κατά κάποιο τρόπο τήν ἐντολή τοῦ Θεοῦ φωνάζει δυνατά· καί ἐσύ ὁ ὁποῖος πρόκειται νά ἀπολογηθῆς εἰς τόν Θεό εἰς τόν καιρό τῆς κρίσεως καί γιά μία ἀνώφελη λέξη, ἔστω καί ἄν εἶναι ζητιάνος, λές ἀπερίσκεπτα, τί μέ νοιάζει γι' αὐτό; Αὐτά, δεσπότη μου, λέγει ὁ Παῦλος "τά ἐφάρμοσα εἰς τόν ἑαυτόν μου καί εἰς τόν Ἀπολλώ γιά χάρη σας, γιά νά διδαχθεῖτε μέ τό παράδειγμά μας νά μή φρονῆτε περισσότερο ἀπό ὅτι εἶναι γραμμένο. Ὥστε καί ὁ πλέον πτωχός κατά τήν ἡμέρα τῆς κρίσεως θά εἶναι ἀναπολόγητος ἄν τώρα δέν ὁμιλεῖ ὅταν κινδυνεύει ἡ πίστις καί θά κατακριθῆ μόνο γι' αὐτό.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου