Εις τον Φαρισαίον
και εις τον τελώνην
του Ανεπανάληπτου αγίου Ιωάννου του Χρυσοστόμου
Βλέπε, μὴ ὑπερηφανεύου γῆ καὶ σποδὸς ὑπάρχων,
καὶ ἐμπέσῃς εἰς τὸ πτῶμα τοῦ Φαρισαίου·
ἐπίγνωθι σεαυτόν·
τοῦτο γὰρ καὶ ὁ Κύριος παρεγγυᾷ λέγων διὰ τῆς παραβολῆς·
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι,
ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.
Ἄνθρωποι δύο ἀνέβησαν, ἀλλ' οὐκ ἄνθρωποι δύο κατέβησαν,
τὴν αὐτὴν ὁδὸν διανύοντες ἀπλανῶς.
Καὶ ὁ Φαρισαῖος ταύτης διεσφάλη φανερῶς.
Ἐπὶ τὸν ἕνα τόπον εἰσῆλθον προσεύξασθαι,
καὶ οὐκ εἰς τὸν ἕνα τόπον ἐξελθόντες εὑρέθησαν.
Ὁ μὲν Φαρισαῖος ἔτρεχε θαῤῥῶν,
ὁ δὲ τελώνης ἀπῄει δειλιῶν·
καὶ ὁ μὲν τρέχων ἀπέμεινεν, ὁ δὲ ὀπίσω προέλαβεν.
Ἔτρεχεν ὁ Φαρισαῖος ἐξαγγεῖλαι τὰ δικαιώματα·
ἔσπευδε καὶ ὁ τελώνης ἀναγγεῖλαι τὰ παραπτώματα.
Ἀνῆλθον προσεύξασθαι·
καὶ ὁ μὲν ὡράθη φυσιούμενος,
ὁ δὲ ἐδείχθη προσευχόμενος.
Τοιαῦτα γὰρ ἑαυτὸν ἐνομοθέτει ὁ Φαρισαῖος λέγων·
Οὐκ εἰμὶ χρεώστης τῆς παραγγελίας τοῦ νόμου·
οὐχ ὑπάρχω ὑπεύθυνος ὧν παρήγγειλαν οἱ προφῆται·
οὐ χρῄζω τῆς διδαχῆς Μωϋσέως, ἧς οὐδὲν τούτων διήμαρτον·
ἀλλ' ἄνειμι προσεύξασθαι, τῆς συνηθείας τὸ χρέος ἀποδιδοὺς,
ὅπερ οἱ πρόγονοί μου ἐπετέλουν.
Τί οὖν, ὦ Φαρισαῖε, τῶν προγόνων ἕνεκεν τὸ ἱερὸν προσκυνεῖς,
προσευχῆς δὲ χάριν τὸ ἱερὸν οὐχ ὁρᾷς;
Οἱ πρόγονοί σου πιστῶς ἐπετέλουν τὴν εὐχαριστίαν,
σὺ δὲ θριαμβεύεις τὴν εὐχαριστίαν,
ἵνα ὑπὸ ἀνθρώπων δοξασθῇ σου ἡ θυσία·
καὶ γίνεται ἐπὶ σοὶ τὸ τοῦ ∆αυῒδ ῥητόν·
Γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος, τουτέστιν, ὁ τελώνης.
Τὰ δὲ τοῦ τελώνου ποῖα;
Ἀπῄει εἰς τὸ ἱερὸν ἑαυτὸν κατακρίνων,
ἀνάξιον ὀνομάζων ἑαυτὸν προσευχῆς.
Ἀνάξιον ἑαυτὸν ἐπεκαλέσατο·
διὸ καὶ ὁ Χριστὸς τὴν πρόθεσιν αὐτοῦ ἀπεδέξατο.
Ἔλεγεν ἑαυτὸν τῇ ἁμαρτίᾳ κατάχρεων,
ἀλλ' ἔδειξεν αὐτὸν τῆς δικαιοσύνης ὁ Χριστὸς ὑπεύθυνον·
ἐχαρίσατο τῶν πεπλημμελημένων αὐτῷ τὴν ἄφεσιν,
καὶ ἀντηγόρασε τὴν πρόθεσιν·
ἠλευθέρωσε τῆς ἁμαρτίας, ἵνα δουλώσῃ τῇ δικαιοσύνῃ.
Ὢ δουλεία, δι' ἧς ἀποφεύγομεν δουλείαν πονηρὰν,
καὶ προσφεύγομεν τῇ ἐλευθερίᾳ τοῦ Χριστοῦ!
ὢ δουλεία, ἐλαφρὸν ζυγὸν παρέχουσα,
καὶ μετὰ ταύτην αἰώνιον ζωὴν ἔχουσα καὶ ἀποδιδοῦσα!
ὢ δουλεία, ἡ ἐν τῷ κόσμῳ τούτῳ δουλεία λεγομένη,
ἐν δὲ τῷ μέλλοντι βασιλείαν ἀτελεύτητον δωρουμένη!
Ταύτῃ τῇ δουλείᾳ προσδράμωμεν, ἀδελφοὶ,
ἵνα τὴν ἐλευθερίαν καρπωσώμεθα τῶν ψυχῶν.
Ὅταν γένηταί τις ἀγαθὸς δοῦλος,
τότε τοῦτον ἀναδείκνυσιν ὁ Κύριος υἱὸν γνήσιον,
τότε πληροῖ τὸ ῥητὸν διὰ τοῦ Προφήτου ἐπ' αὐτόν·
Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.
Μακάριοι οἱ καταξιούμενοι τῆς τοιαύτης τιμῆς!
μακάριοι οἱ σπουδάσαντες ἀπαλλαγῆναι τῆς φθορᾶς!
μακάριοι οἱ διὰ ταύτης τῆς δουλείας κτησάμενοι τὴν ἐλευθερίαν,
καὶ κράζοντες τῇ ἐλευθερίᾳ,
ᾗ Χριστὸς ἡμᾶς ἐξηγόρασεν,
ἱστάμεθα ἔχοντες τὸν σταυρὸν ἀντερείδοντα τοῦ Χριστοῦ!
Κράζωμεν τῷ Χριστῷ·
Λόγισαι ἡμᾶς, ὁ Ποιμὴν ὁ καλὸς,
ὡς ἓν τῶν προβάτων ἀπολωλότων·
ζήτησον ἡμᾶς ἐν ταῖς διανοίαις τῶν καρδιῶν ἡμῶν,
καὶ εὑρὼν πλανωμένους ἡμᾶς καὶ μέλλοντας ἁλίσκεσθαι ὑπὸ τοῦ ἐχθροῦ,
συνάγαγε εἰς τὴν ποίμνην σου.
Λόγισαι ἡμᾶς δραχμὴν μίαν, καὶ ἅψας τῷ πυρὶ τῆς σῆς θεότητος ἐρεύνησον,
καὶ εὑρὼν συγχάρηθι τοῖς ἁγίοις
καὶ τοῖς ἀγγέλοις συναυλιζομένοις τῇ ἀχράντῳ σου θεότητι·
ἀνάδειξον ἡμᾶς ὡς τὸν τελώνην,
ἵνα προσευχόμενοι ταπεινοφροσύνην ἀσπασώμεθα,
ὑπερηφανίαν δὲ ἀποστρεφώμεθα,
καὶ τὴν τῆς ἁμαρτίας μητέρα ἀποδυσώμεθα τὴν ὑψηλοφροσύνην,
καὶ τὴν τῆς μετανοίας μητέρα περιπλεξώμεθα τὴν σωφροσύνην.
Ἀποβαλώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
καὶ περιβαλώμεθα τὸν νέον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ τῇ χάριτι αὐτοῦ·
στενάξωμεν ἐκ βάθους καρδίας προσευχόμενοι,
ἵνα διώξωμεν τὸ βάθος τῆς καμίνου τῆς γεέννης τὸν ἐχθρὸν ἡμῶν.
Σοῦ γὰρ στενάξαντος, ἐκεῖνος πλήττεται·
σοῦ τὸ στῆθος πλήττοντος, ἐκεῖνος τραυματίζεται·
σοῦ τὰς πληγὰς λαμβάνοντος ἐκεῖνος τὰς σφαγὰς ὑποδέχεται.
Καὶ γὰρ ὁ τελώνης πλήττων τὸ στῆθος τὸν Φαρισαῖον ἀντέπληξε,
καὶ τὸν ἐν αὐτῷ λογισμὸν τὸν ἐνεργοῦντα τῆς ὑπερηφανίας τὸν τῦφον ἤλεγξεν.
Ὁ γὰρ Φαρισαῖος σταθεὶς καθ' ἑαυτὸν προσηύχετο λέγων·
Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων,
ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
Ὦ Φαρισαῖε, ἐκένωσάς σου τὸν μισθὸν διὰ τῆς καυχήσεως!
διὰ τοῦτο ἐδέξω ψῆφον κατακρίσεως.
Λέγεις·
Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων.
Ἄνθρωπος μὲν ἦν κατὰ τὴν φύσιν καὶ τὴν τοῦ Θεοῦ διάπλασιν,
ἄλογον δὲ κατὰ τὴν τῆς ὑπερηφανίας μετάληψιν·
ἄνθρωπος μὲν ὡς ἔχων τὸ κατ' εἰκόνα,
θηρίον δὲ ὡς κεκτημένος τὴν ἀλαζονείαν.
Ἔξω γὰρ ἑαυτὸν διέθετο τῆς τῶν ἀνθρώπων φύσεως,
ἄλλην δημιουργίαν τῷ ἑαυτοῦ σώματι ἐνομοθέτησεν,
ὑψηλότερον τῶν γηΐνων πραγμάτων εἶναι ἑαυτὸν ἐχρημάτιζε,
μείζονα παντὸς προφήτου καὶ πατριάρχου ἑαυτὸν ὑπέλαβεν.
Ἄρα οὐκ ἐμνήσθης, ὦ Φαρισαῖε, τῆς τοῦ Ἠλία καυχήσεως ταὐτὰ καυχωμένου,
καίτοι οὐκ ἐξ οἰήσεως, ἀλλ' ὑπὸ θείου ζήλου, ὅτε εἶπε·
Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,
καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος;
Καὶ τί πρὸς αὐτὸν ὁ χρηματισμός;
Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας,
οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βαάλ.
Τί οὖν;
πάντων παρανομησάντων, ἑπτακισχίλιοι ἦσαν οἱ τὸν θεῖον ζῆλον ἔχοντες,
καὶ τῷ προφήτῃ συνεξισούμενοι, καὶ σὺ βοᾷς, Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί;
ἆρα οὐδεὶς διέφυγεν εἰς τὴν ὑπ' οὐρανὸν τῆς πλεονεξίας τὸ μύσος;
ἆρα οὐδεὶς σω φροσύνην ἀσπάζεται, Φαρισαῖε;
Ἑαυτὸν κατακρίνεις, ὁ ὑπὸ πάντων κατακρινόμενος·
καθ' ἑαυτοῦ δοκιμάζεις, ὁ ὑπὸ τοῦ Θεοῦ ἀποδοκιμαζόμενος·
ἑαυτὸν στεφανοῖς διὰ τῆς καυχήσεως,
ἀλλὰ ἀπώλεσάς σου τὸν στέφανον διὰ τῆς κατακρίσεως·
ἑαυτὸν ἐπαινεῖς ὡς ἀναμάρτητον,
ἀλλὰ τῆς ἁμαρτίας ἐδείχθης ὑπεύθυνος·
ἑαυτὸν στηλιτεύεις ὡς τὸν νόμον πληρώσαντα,
ἀλλ' ἁψάμενος τοῦ νόμου τὸν νομοθέτην ἐνύβρισας.
Ἔκραξας ἐπὶ πάντων σου τὰ κατορθώματα·
μετέβαλες αὐτὰ εἰς παραπτώματα.
Ὁ τελώνης τῇ σιωπῇ βοήσας,
τὸν Θεὸν Λόγον ἐδυσώπησεν,
ὃν σὺ κράζων κατὰ σεαυτοῦ παρώξυνας.
Οὐκ ἐνετράπης λέγων·
Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων,
ἅρπαγες, ἄδικοι, μοιχοὶ,
ἢ καὶ ὡς ὁ τελώνης,
ὁ ταῖς ἁμαρτίαις μεμιαμμένος,
ὁ ταῖς ἀσωτίαις ἐμπεφυρμένος,
ὁ τὸν ἱερὸν τόπον κοινώσας τῇ εἰσόδῳ,
ὁ ἀναξίως σὺν ἐμοὶ προσευχόμενος,
ὁ πάσης ἀνομίας ἐργάτης.
Ἀρκεῖ δὲ τὸ ὄνομα πρὸς μαρτυρίαν τῆς ἑαυτοῦ καταστάσεως·
ὑπάρχει γὰρ τελώνης, τελῶν τῇ ἁμαρτίᾳ τὰ τῆς πονηρίας ἔργα.
Ταῦτα εἰ καὶ μὴ αὐ ταῖς ταῖς λέξεσιν ἐν τοῖς ἀχράντοις Εὐαγγελίοις ἐγγέγραπται,
ἀλλ' οὖν γε ὁ σκοπὸς τῆς ὑπερηφανίας τοῦ τον ἀποσώζει τὸν τρόπον.
Ὦ Φαρισαῖε, σὺ μὲν ἀπευδόκησας τὰ τοῦ τελώνου,
ὁ δὲ Χριστὸς ηὐδόκησεν ἐν τῷ τελώνῃ·
σὺ κατὰ σεαυτοῦ ἐκεῖνον ἐξουδένωσας,
ὁ δὲ Χριστὸς αὐτὸν ἐπὶ πάντων ἐστεφάνωσεν.
Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδίζοντα δάκρυα·
ἠρέσθη Χριστὸς, μᾶλλον ᾐδέσθη τὸν τελώνην,
τῇ αἰσχύνῃ τὴν αἰσχύνην ἀποτιναξάμενον.
Καλῶς ἡρμόσατο ἑαυτῷ ὁ τελώνης τὸ τῆς σοφίας ῥητόν·
Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν.
Ταύτην μετῆλθεν ἐν τῷ τῆς ἀγνωμοσύνης βίῳ.
Καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
Ταύτην ἐπῆλθε διὰ τοῦ τῆς μετανοίας τρόπου,
ἐκ τῶν ἐναντίων τὰ ἐναντία διὰ τῆς πίστεως ἰασάμενος.
Μιμησάμενος ἰατρὸν, ἔμπλαστρον τίθησιν ἐναντίον τῷ σώματι,
τὴν μὲν σάρκα ἐκτρῶγον, τὸ δὲ ἕλκος καθαῖρον,
ἵνα ἀποκαλυφθέντος τοῦ ζωτικοῦ σώματος, ἐπιγνῷ τὸ τῆς θεραπείας μηχάνημα.
Τοὺς ὀχετοὺς τῶν ἡδονῶν, οἷον καυστῆρι σιδηρῷ τῷ στεναγμῷ χρησά μενος, ἀπεστόμωσε, καὶ τὸ διοιδαῖνον τοῦ πάθους ἕλκος τοῖς δάκρυσι πραΰνας ἐθεράπευσε, καὶ τὴν ὀπὴν τοῦ ἕλκους ματώσας διὰ τῆς τῶν χειρῶν πλήξεως επούλωσε, καὶ τὸ ἐπιῤῥέον τῇ ψυχῇ ἐκ τοῦ σώματος ῥεῦμα ἐστείρωσε, καὶ καθαρὰν ταύτην διὰ τῆς μετανοίας τῷ πλάσαντι προσήγαγεν.
Ἀλλὰ καὶ τῶν λοιπῶν ῥημάτων τοῦ Φαρισαίου ἀκούσωμεν·
Νηστεύω δὶς τοῦ Σαββάτου.
∆ηλοῖ τετράδος καὶ παρασκευῆς τὴν ἐγκράτειαν.
Τὰ δὲ Σάββατα ἀνάπαυσίς ἐστι τοῖς Ἑβραίοις.
Ἀπέχω τῶν διαφόρων βρωμάτων·
οὐ ῥυπῶ μου τὰ χείλη ἀκαθάρτῳ γεύσει,
ὅλως ἐγκράτειαν περιβέβλημαι,
ὅλως ἁγιωσύνην ἠμφίεσμαι·
ἔτι δὲ καὶ ὧν κτῶμαι τὰς δεκάτας τῷ Θεῷ προσκομίζω.
Ὢ τῦφος ἀναισθησίας ἀναπνέων!
Νηστεύω δὶς τοῦ Σαββατοῦ.
Οὐ διάκειται, ὡς τὰ σιτηρέσια αὐτοῦ τῷ Θεῷ χαριζόμενος;
Νηστεύω δὶς τοῦ Σαββάτου.
Κύριε, μὴ νηστεία, φησὶ, τῷ Θεῷ παρέχει τὰ τοῦ νόμου ἐντάλματα;
καὶ ὃ οἱ ἄνθρωποι κόπῳ κατώρθωσαν, τοῦτο ἐγὼ προθέσει ποιῶ;
Τί οὖν ὁ φιλάνθρωπος δικαστὴς,
ὁ φιλότιμος ἀγωνοθέτης τὸν τῆς μετανοίας δρόμον;
Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο,
καὶ τοῦ τελώνου μετανοοῦντος ἐτέρπετο.
Ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν, ὥσπερ ἀνέμοις σφοδροῖς, τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν οὐκ ἐξεδέχετο ἄλλον κατήγορον,
ἑκάστῳ τὸ πρὸς τὴν ἀξίαν ἀπένειμε.
Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον,
ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως·
τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα,
πενέστερον τοῦ τελώνου ἀπέφηνεν.
Ἀμφοτέροις ὁ τρόπος·
τῷ μὲν ὑπόθεσις πενίας ὁ πλοῦτος,
τῷ δὲ ἐκ πλούτου πενίας ὀλίσθημα.
Τί γάρ φησιν ὁ ∆εσπότης;
Ἀμὴν λέγω ὑμῖν,
κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ,
ἤπερ ἐκεῖνος.
Ὢ πῶς κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα!
Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος, ὥσπερ ἄνθεσι,
τοῖς κατορθώμασι στεφανούμενος·
συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας γυμνός.
Ἄλλος μὲν εὐχερῶς ἑαυτὸν ταπεινώσας ὑψώθη·
ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν,
καταγέλαστον ὑπέμεινε γύμνωσιν.
Οὐκ ἦν βέλτιον ὑφειμέναις χρήσασθαι ταῖς φωναῖς;
οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προφητικῆς φωνῆς λεγούσης·
Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς;
οὐκ ἦν μᾶλλον κρατῆσαι τῆς γλώσσης συμφέρον,
καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολλοῖς ἐκτήσατο;
Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, τῇ φωνῇ διεσκόρπισεν.
Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον,
ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος;
οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον·
Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνῷ ἡ ἀριστερά σου.
Τάχα δὲ ἐγίνωσκεν ἀμφότερα,
ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν.
Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα,
καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀπωσώμεθα·
ὑπερηφανίαν δὲ μισήσωμεν,
δι' ἧς ὁ Φαρισαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν·
Ὑπερηφάνοις γὰρ Κύριος ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσι χάριν.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ο άγιος Ιωάννης ο Χρυσόστομος έζησε τον 3ο μ.Χ αιώνα. (347 - 407 μ.Χ.). 'Εχει μεγάλη σημασία το πότε έζησε, και το τι έγραψε, ο ίδιος, οι άλλοι 2 Ιεράρχες, ο Μ.Αθανάσιος, ο αγ. Πολύκαρπος, οι Αποστολικοί Πατέρες και οι ίδιοι οι Απόστολοι, που έζησαν τα γεγονότα. Θα έκρυβαν τόσο θαυμαστά γεγονότα, αν οι ίδιοι τα έζησαν, μεταφερθέντες υπερφυσικώς; Θα τα έκρυβαν οι διάδοχοί τους αποστολοκοί Πατέρες; Σχόλιο επί σχολίου σε προηγηθείσα ανάρτηση, σχετικού με πληροφορίες αντληθείσες από απόκρυφα του 5ου μ.Χ. αιώνα.
ΑπάντησηΔιαγραφή4ος μ.Χ αιώνας προφανώς, είναι ο αιώνας που έζησε τα λιγοστά (μόνο 60) ευλογημένα αλλά και μαρτυρικά έτη της επίγειας ζωής του ο ιερός Χρυσόστομος. Είναι όμως διαχρονικός, παρών σε κάθε αιώνα, σε κάθε μέρα των Χριστιανών που ανατρέχουν στους λόγους του, παρών κάθε Κυριακή στις Θ.Λειτουργίες και πολλοί ακούγοντας τη μνημόνευση του αγίου ονόματος του ι.Χρυσοστόμου ποιούν το σημείο του σταυρού.
ΑπάντησηΔιαγραφήΚαι σήμερα, παρουσία 4 επισκόπων, ακούστηκε στον Ι.Ν.Αγίας Σοφίας Θεσ/κης, από τον σεβ. Άνθιμο: "Ιωάννου του Χρυσοστόμου ού την Θείαν Λειτουργίαν επετελέσαμεν". Αν ο Ιερός Χρυσόστομος δεν συνέγραψε δική του Θ.Λειτουργία αλλά επέλεξε στοιχεία των Θ.Λειτουργιών του Ιακώβου Αδελφοθέου, που είναι η αρχαιότερη, και της μακράς διάρκειας Θ.Λειτουργίας του Μ.Βασιλείου, και καθιέρωσε χρησιμοποιώντας τα, μια συντομότερη Θ.Λειτουργία, αυτό μάλλον εννοούν οι ιερείς. Ο ι.Χρυσόστομος καθιέρωσε και τον άμβωνα στους Ναούς.
Όχι, ο ιερός Χρυσόστομος δεν συνέγραψε καμία θ. λειτουργία. Ο Μ. Βασίλειος συνέγραψε θ. λειτουργία παίρνοντας, σαν βάση τη θ. λειτουργία του Ιακώβου. Επομένως η θ. λειτουργία, που φέρει το όνομά του είναι ψευδεπίγραφη.
ΔιαγραφήΙΚ
ή "ού την Θείαν Μυσταγωγίαν ετελέσαμεν (ή επετελέσαμεν)"
ΑπάντησηΔιαγραφήΔεν συνέγραψε όντως, (σωστά επισημάνθηκε από σχολιαστή) δική του Θ.Λειτουργία ο ιερός Χρυσόστομος -έζησε τον 4ο - αρχές 5ου μ.Χ. αιώνα-. Ο ίδιος εφάρμοσε και περιέγραψε άλλο τρόπο Θ.Λειτουργίας από τον σημερινό όπου την μεγαλύτερη διάρκεια είχαν τα Αγιογραφικά Αναγνώσματα από την Αγ.Γραφή και οι ερμηνείες τους, το ιερό κήρυγμα. Αρκετές ομιλίες του ιερού χρυσορρήμονος Πατρός διασώθηκαν όπως τις κατέγραφαν τα "βίντεο" και τα "μαγνητόφωνα" της εποχής (οι στενογράφοι). Επικράτησε όμως η παράδοση ότι συνέταξε τη Θ.Λειτουργία που έχει το όνομά του και κάθε Κυριακή ακούμε "ού την θείαν και ιεράν μυσταγωγίαν τελούμεν".
ΑπάντησηΔιαγραφήΕίναι θέμα ειδικών, αλλά πρόχειρα σημειώνω ότι ακόμα και όσοι αναλύουν την Θ.Λειτουργία λέγοντας ότι είναι του ιερού Χρυσοστόμου (οι πλείστοι), δέχονται ότι περιέχει πάρα πολλά μεταγενέστερα στοιχεία. Αντιγράφω ενδεικτικά: "Μέχρι τον ε' μ.Χ, αιώνα, εκφωνείτο από τον ιερέα ή επίσκοπο το "ειρήνη πάσι" και ακολουθούσαν εκτενή αγιογραφικά αναγνώσματα. Η διαμόρφωση των αντιφώνων της λειτουργίας υπό τη σημερινή τους μορφή πραγματοποιήθηκε μεταξύ του 7ου μ.Χ. και του 8ου μ.Χ. αιώνος. Η λειτουργία άρχιζε με τα αναγνώσματα, αφού προηγουμένως ο κλήρος και ο λαός εισέρχονταν μετά του Ευαγγελίου εν σιγή στον ναό, και αφού διδόταν από τον επίσκοπο, ο οποίος ίστατο στο σύνθρονο, η ευλογία «Ειρήνη πάσι». Πολύ αργότερα προστέθηκε το "Ευλογημένη η Βασιλεία του Πατρός..." Έναρξη. «Ευλογημένη η βασιλεία του Πατρός, και του Υιού και του αγίου Πνεύματος». Ο τύπος τούτος της ενάρξεως της θείας λειτουργίας απαντάται στα λειτουργικά χειρόγραφα από τον 10 μ.Χ. αιώνα. Σε παλαιότερες του 10ου μ.Χ. αιώνος εποχές, η λειτουργία, άρχιζε με τα αγιογραφικά αναγνώσματα, αφού προηγουμένως εδίδετο ειδική προς τούτο ευλογία υπό του επισκόπου η του ιερέως δια του «Ειρήνη πάσι», όπως μαρτυρείται υπό του ιερού Χρυσοστόμου (δ´-ε´ αι.)".
Γράφει ο Π. Ευδοκίμωφ, (Η Προσευχή της Ανατολικής Εκκλησίας , εκδ. Αποστολική Διακονία, Γ' έκδοση, 1997): Οι δύο άγιοι (Μ.Βασίλειος και Ιωάννης Χρυσόστομος) δεν είναι καθόλου δημιουργοί, αλλά συντάκτες κειμένων που ήδη προϋπήρχαν. (Σημ. Ο ίδιος ο Ευδοκίμωφ όμως και αυτό το αναιρεί με τα παρακάτω): Τον 5 ο αι., εμφανίζεται το τρισάγιον, τον 6 ο αι., το Σύμβολο της Πίστεως, το ζέον, το τροπάριο ο Μονογενής, και το χερουβικό. Τον 8 ο αι., καταργούνται τα αναγνώσματα της Π. Διαθήκης πριν από τα αποστολικά, εισάγονται τα αντίφωνα πριν από τα αναγνώσματα και η προσκομιδή (προετοιμασία των δώρων) μετατίθεται πριν από τη θεία Λειτουργία. Τον 12 ο και 14 ο αι., προστίθεται ανώφελα στην επίκληση το τροπάριο της Τρίτης Ώρας. Οι πιο παλαιές μαρτυρίες ανέρχονται στον 8 ο και 9 ο αι., ενώ για την περίοδο μεταξύ του 4 ου και του 8 ου αι., δεν υπάρχει τίποτα γνωστό, τουλάχιστο μέχρι τώρα (Σημ. Υπάρχει όμως η καταγραφή του τρόπου Θ.Λειτουργιών του ι.Χρυσοστόμου, που δεν διέφερε από της Κ.Δ.)
Στην εποχή του αγίου Ιωάννου του Χρυσοστόμου και του αγίου Βασιλείου η τάξη της θείας Λειτουργίας ήταν η εξής: είσοδος των λειτουργών, αναγνώσματα και ομιλία, προσευχή για τους κατηχουμένους και η απόλυσή τους, ευχές υπέρ των πιστών, προσφορά των δώρων και μεγάλη είσοδος, ασπασμός της ειρήνης, αναφορά και επίκληση, Κυριακή προσευχή, κοινωνία, ευχαριστία και απόλυση των πιστών.