Τετάρτη 18 Φεβρουαρίου 2015

Ο Λέων της Ρώμης σε καιρούς Οικουμενισμού --και-- ΤΟΜΟΣ ΠΑΠΑ ΛΕΟΝΤΟΣ ΡΩΜΗΣ

σήμερα ορταζόμενος γιος Πάπας Ρώμης Λέων, πως γράφει μνογράφος του «τ συγχυτικ τν  σεβοντων νοματα» κατεδίωξε κα πεγύμνωσε ς Λέων καί, κυριολεκτικά, σβυσε «τν  θεοστυγν αρσεων τ χνη», φο «λολαμπς ς λιος, κ δυσμν νατταλκε» κα «τν σγχυσιν το Ετυχος» κατεξήρανε «κα το Νεστορου, τν διαρεσιν τμνων», μς δίδαξε «να σβειν, τν Χριστν ν οσαις, δυσν διαιρτως, τρπτως, συγχτως».
Ὁ Ἀξώμης μὲ τὸν μονοφυσίτη ..."ἁγιάζουν" τὰ ὕδατα!
Σήμερα, μως, δυστυχς, σύγχυση πανλθε στ ρθόδοξη κκλησία, φο ο Ποιμένες πο εναι ντεταλμένοι γι τν περάσπιση τς Πίστεως, πως ξώμης Πέτρος, συμπροσεύχονται κα συναγιάζουν μ τος αρετικος μονοφυσίτες πο γιος Λέων κα Δ΄ Οκουμενικ Σύνοδος κατεδίκασε· σοι δ καταδικάζουν τέτοιες νέργειες μ ρθρα τους (πως στ παρακάτω ρθρο «Ο ΣΩΤΗΡ»), ταυτόχρονα πικοινωνον κα συνυπάρχουν μ κείνους πο καταδικάζουν! Καὶ ἔτσι συντελοῦν στὴν ἐπέκταση ἀντὶ στὴν διάλυση τῆς συγχύσεως!
Ἂς παρακαλέσουμε τὸν Ἅγιο, ψάλλοντες μαζὶ μὲ τὸν ὕμνογράφο:
«Λμπεις νν Μστα το Χριστο, επρεπεας ν στεφν κοσμομενος, κα ς πιστς ερες, δικαιοσνην ντως νδδυσαι, κα Παραδεσ τς τρυφς, χορεων θεσπσιε, πρ τς Πομνης σου, τν Δεσπτην κτενς καθικτευε».

Λέων τς Ρώμης σ καιρος οκουμενισμο

ταν τότε· τν φοβερ 5ο αώνα, πο δύο αρέσεις, χόρταγες σν τ μυθικ τέρατα Σκύλλα κα Χάρυβδη, καταξέσχιζαν τν ρραφο χιτώνα το Κυρίου.
Νεστοριανισμς πο χώριζε τν Χριστό μας στ δύο: λλος, λεγε, εναι Υἱὸς κα Λόγος το Θεο κα λλος υἱὸς το νθρώπου, ησος. Τν κατεδίκασε τ τος 431 Γ΄ Οκουμενικ Σύνοδος π τν προεδρία τς τιτάνιας θεολογικς μορφς το γίου Κυρίλλου λεξανδρείας.
μέσως σχεδν μετ κανε πειλητικ τν μφάνισή του Μονοφυσιτισμς πο ξαφάνιζε τν νθρώπινη φύση το Χριστο. Ο αρέσεις δημιουργοσαν φοβερ ναταραχή, πο μεταβαλλόταν σ χάος κα σάρωνε π᾿ κρου σ᾿ κρο τν ατοκρατορία.
Τότε γινε τ θαμα τς Χαλκηδόνας.
Τ 451 συνλθε στ Χαλκηδόνα, προάστιο τς Κων/πόλεως στν πέναντι πλευρ το Βοσπόρου, μέγιστη σ ριθμ πισκόπων Σύνοδος. Δ΄ Οκουμενική! ξακόσιοι τριάντα θεοφόροι Πατέρες ­συνέρρευσαν ναγώνιοι π κάθε γωνι τς ατοκρατορίας γι ν πατάξουν τ δι­πλ πλάνη.
Σ
κείνη τν κρίσιμη περίσταση να λιοντάρι βρυχήθηκε δυνατ π τ Ρώμη, κα βρυχηθμός του φθασε στ Χαλκηδόνα κα σκόρπισε τρόμο στος σεβες αρετικούς. ταν στιγμ πο ναγνώσθηκε στ μεγάλη Σύνοδο πιστολ πο εχε ποστεί­­λει δύο χρόνια νωρίτερα ­Πάπας Λέων τς Ρώμης στν Πατριάρχη Κων­σταντινουπόλεως Φλαβιαν κα ­­ποία εναι γνωστ στ θεολογία ς «Τόμος το Λέοντος».
Μ τ κύρος τς τιμητικς πρωτόθρονης κκλησίας Λέων συνέτριψε τν πλάνη τν αρετικν. «Λέων τ Κυ­ρίλλου φρονε», νεφώνησαν ο Πατέ­ρες, μετ π ντιπαραβολ το Τόμου μ τ κείμενα το γίου Κυρίλλου.
τσι, μ βάση τ διδασκαλία τν δύο μεγάλων γίων κα τ περίφημο κείμενο «τν διαλλαγν» τς ντιοχειανς Σχολς, ο θεοφόροι Πατέρες συνέτα­ξαν τν δογματικ ρο τς Συνόδου, γνωστ ς «Δόγμα τς ­Χαλκηδόνος», στν καρδι το ποίου βρίσκεται θαυμαστ διατύπωση τι Κύριος ε­ναι: «Ες ν δύο φύσεσιν»· νας μ δύο φύσεις.
Πέρασαν αἰῶνες. Στ θρόνο το λιον­ταριο τς Ρώμης Λέοντος ρχισαν ν κάθονται «νδρες λαλοντες διεστραμμένα» (Πράξ. κ΄ 30) κα ν δηγον σταδιακ στν πλάνη κα τν ποστασία τν πρωτόθρονη ν Ρώμ κκλησία. λλοτε «προκαθημένη τς γάπης» γινε στυγν δικτατορικ καθεστς κα πρόδωσε τν πίστη. Αἰῶνες τώρα λυμαίνεται τν κκλησία το Χριστο.
Στο
ς καιρούς μας γίνονται κινήσεις πρωτοφανες, στε ν δηγηθομε σ νωση μ τν «μαρτωλ κκλησία», τς Ρώμης. Τάχα γίνεται κα θεολογι­κς διάλογος!
μως φθάνει ξεκάθαρη δήλωση, μετ τ συνάντησή του μ τν Οκουμενικ Πατριάρχη στ εροσόλυμα, το σημερινο Πάπα Φραγκίσκου, κορυφαίου θοποιο τς παγκόσμιας πολιτικς σκηνς, γι ν διαλύσει κάθε μ­­φιβολία γι τν τρόπο μ τν ποο μεθοδεύεται ν πιτευχθε τ πιδιωκόμενο ποτέλεσμα. Επε σ συνέντευξή του στν φημερίδα «La Stampa», πιστρέφοντας στ Ρώμη: «Μ τν Βαρθολομαο συζητήσαμε γι τν ­νωση πο μπορε ν πιτευχθε μ τν π κοινο πορεία· δν θ ­μπορέσουμε ποτ ν τν πετύχουμε μ μι Διάσκεψη θεολόγων…»! Μάλιστα θύμισε τ λό­για πο εχε πε παλαιότερα Πατριάρχης θηναγόρας στν Πάπα Πα­λο τν ΣΤ΄: «μες πμε μαζί, μν νησυχετε, λους τος θεολόγους θ τος κλείσουμε σ να νησ ν ­συζητον με­ταξύ τους». «Κα μες», συνέχισε Πάπας, «ς περπατομε μαζί, ς προσ­ευ­­χόμαστε μαζί, ς ργαζόμαστε μα­ζ κα θ μς βοηθήσει»...
ς μ ζομε λοιπν λλο μ ψευδαισθήσεις. δηγούμαστε σ νωση ν τ πράξει, κα λεγόμενος θεολογικς διάλογος δν εναι παρ μπαιγμς κα χρησιμοποιεται μόνο ς ­πρόσχημα γι ξαπάτηση τν ρθοδόξων πιστν.
Ξαναγυρίζουμε τσι στν 5ο αώνα, σ νάλογες κρίσιμες ρες μ κενες τς Συνόδου τς Χαλκηδόνας. σως κλη­­θομε κα στν τελικ ναμέτρηση μ τν ποστατημένη Βατικαν ατοκρα­τορία. Τ παγκόσμιο ­κκλησιαστι­κ περιβάλλον μεταβάλλεται σ παν­θρη­σκει­ακ ζούγκλα. Μ μέσα σ᾿ ατ τ ζούγκλα ξανακούγεται βρυχηθμς το λιονταριο τς Ρώμης γίου Πάπα Λέ­­οντος πο τονίζει: «τ ν δικώτερον εη το τ σεβ φρονεν;». μεγαλύτερη δικία εναι σέβεια στν λήθεια τς πίστεως.
λλ μι τέτοια δικία ρθόδοξος πιστς λας το Κυρίου δν πρόκειται ν τν νεχθε ποτέ!



 Τόμος Λέοντος ἐπισκόπου ῾Ρώμης

Σημείωσις ἐπιμελητοῦ. τὸ ἑλληνικὸν κείμενον ταύτης τῆς δογματικῆς ἐπι­στολῆς ἐκδίδεται μὲν βάσει τῶν γνωστῶν ἑλληνικῶν πατερικῶν καὶ δογματοσυμβολικῶν συλ­λογῶν, διαι­ρεῖται δὲ ἐνταῦθα εἰς κεφάλαια μεθ᾿ ὑποτίτλων καὶ βιβλικῶν παραπομπῶν βάσει τῶν λα­τινικῶν ἐκδόσεων. Διονύσιος ᾿Ανατολικιώτης.

[1. ῾Η θρασύτης καὶ ἡ ἀμάθεια εἰς πλάνην τὸν Εὐτυχῆ ὡδήγησαν.]
Τῷ ἀγαπητῷ ἀδελφῷ Φλαβιανῷ, Λέων [ἐπίσκοπος ῾Ρώμης].
Ἀναγνόντες τὰ γράμματα τῆς ἀγάπης τῆς σῆς, ἅ περ οὕτω βραδύτατα γεγενῆσθαι θαυμάζομεν, καὶ τῇ τάξει τῶν ὑπομνημάτων ἐγκύψαντες, ἥ τις ἐπὶ τῶν ἐπισκόπων ἐπράχθη, μόλις ποτὲ τί τὸ παρ᾽ ὑμῖν σκάνδαλον ἀναφυ­ὲν κατὰ τῆς ὑγιοῦς πίστεως ἔγνωμεν, καὶ τὰ πρότερον λεληθέναι δοκοῦντα νῦν ἡμῖν δῆλα γεγένηται· δι᾽ ὧν Εὐτυχής, ὁ τῇ τοῦ πρεσβυτέρου προσηγο­ρίᾳ τιμῆς εἶναι ἄξιος νομισθείς, πολύ τις ἀσύνετος καὶ λίαν ἀμαθὴς ἀπο­δεικνύεται, ὡς περὶ αὐτοῦ καὶ τὸ τοῦ προφήτου
εἰρῆσθαι· «Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, ἀδικίαν ἐμελέτησεν ἐπὶ τῆς κοίτης αὐτοῦ» [Ψα 35:3]. τί δ᾽ ἂν ἀδικώτερον εἴη τοῦ τὰ ἀσεβῆ φρονεῖν καὶ τοῖς εὐ φρονοῦ­σι καὶ σοφωτέροις μὴ εἴκειν; εἰς τὴν ἄνοιαν δὲ ταύτην ἐμπίπτουσιν οἱ κατά τι μὲν ἐμπόδιον ἀσαφείας γνῶναι τὸ ἀληθὲς κωλυόμενοι, οὐκ ἐπὶ τὰς προφητικὰς δὲ φωνάς, οὐκ ἐπὶ τὰς τῶν ἀποστόλων γραφάς, οὐκ ἐπὶ τὰς εὐαγγελικὰς αὐθεντίας, ἀλλ᾽ ἐφ᾽ ἑαυτοὺς ἀνατρέχοντες, καὶ διὰ τοῦτο διδάσκαλοι πλάνης ἀναδεικνύμενοι, ἐπειδὴ τῆς ἀληθείας μαθηταὶ μὴ γεγό­νασι. ποίαν γὰρ ἀπὸ τῶν θείων βίβλων παιδείαν τῆς τε Παλαιᾶς καὶ Και­νῆς Διαθήκης προσέλαβεν, ὃς οὐδὲ αὐτοῦ τοῦ Συμβόλου τῶν προοιμίων ἐδράξατο; καὶ ὅ περ ἀνὰ πᾶσαν τὴν οἰκουμένην τῇ φωνῇ πάντων τῶν ἀνα­γεννωμένων προφέρεται, τοῦτο κατὰ νοῦν ἔτι τούτου τοῦ γέροντος οὐ λαμβάνεται;

 
 
[2. ῾Η διπλῆ γέννησις καὶ φύσις τοῦ Χριστοῦ]
Ἀγνοῶν τοίνυν τί δέοι περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ Λόγου νοεῖν καὶ τῶν θείων Γραφῶν ἐν τῷ πλάτει πονεῖν οὐ βουλόμενος, ὅπως ἂν τοῦ φωτὸς τῆς ἐντεῦθεν γνώσεως ἄξιος γένηται, ἐκείνην γοῦν ὤφειλε τὴν κοινὴν καὶ μὴ διαφωνοῦσαν ὁμολογίαν ἐν ἀκροάσει περιμερίμνῳ ποιήσασθαι, ἣν τῶν πιστῶν ἅπαν τό πλῆθος ὁμολογεῖ· πιστεύειν ἑαυτὸν εἰς θεὸν πατέρα παντοκράτορα, καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν, τὸν τεχθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ­θένου· δι᾽ ὧν τριῶν ἀποφάσεων τὰ πάντων σχεδὸν αἱρετικῶν καταλύ­εται μηχανήματα.
Ὁπότε γὰρ θεὸς καὶ παντοκράτωρ καὶ πατὴρ εἶναι πιστεύεται, συναΐδιος αὐτῷ καὶ υἱὸς ἀποδεικνύεται, ἐν οὐδενὶ τοῦ πατρὸς διαφέρων, ἐπειδή περ ἐκ θεοῦ θεός, ἐκ παντοκράτορος παντοκράτωρ, ἐξ ἀϊδίου γεννηθεὶς συναΐδιος, οὐ μεταγενέστερος χρόνῳ, οὐκ ἐλάσσων δυνάμει, οὐκ ἀνόμοιος δόξῃ, οὐ κεχωρισμένος οὐσίᾳ. ὁ δὲ αὐτὸς τοῦ ἀϊδίου πατρὸς μονογενὴς ἀΐδιος ἐτέχθη ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἥ τις γέννησις χρονικὴ τῆς θείας αὐτοῦ καὶ ἀϊδίου γεννήσεως οὔτε τι ἀπεμεί­ωσεν οὔτε μήν τι ταύτῃ προσέθηκεν· ἀλλ᾽ ὅλην ἑαυτὴν εἰς τὸ σῶσαι τὸν ἄν­θρωπον πεπλανημένον ἐκένωσεν, ἵνα καὶ τὸν θάνατον νικήσῃ καὶ τὸν διάβολον «τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου», τῇ οἰκείᾳ καταβάλῃ δυνάμει. οὐδὲ γὰρ ἂν ἠδυνήθημεν νικῆσαι τῆς ἁμαρτίας καὶ τοῦ θανάτου τὸν ἀρχηγόν, εἰ μὴ τὴν ἡμετέραν αὐτὸς φύσιν ἀνέλαβε καὶ οἰκείαν εἰργά­σατο· ὃν οὔτε ἁμαρτία μολῦναι οὔτε θάνατος κατασχεῖν ἠδυνήθη.
Συνελήφθη μὲν οὖν δηλονότι ἐκ πνεύματος ἁγίου ἐν γαστρὶ παρθένου μητρός, ἥ τις οὕτω φυλαχθείσης τῆς παρθενίας αὐτὸν ἀπεκύησεν, ὥς περ οὖν καὶ ἀκεραίου μεινάσης τῆς παρθενίας συνέλαβεν. ἀλλ᾽ εἴ περ ἐκ ταύ­της τινὰ τῆς ἐν τῇ πίστει τῶν χριστιανῶν εὐαγεστάτης πηγῆς καθαρὰν ἀρύσασθαι διάνοιαν οὐκ ἠδύνατο, διὰ τὸ τῆς τηλαυγοῦς ἀληθείας αὐτὸν ἑαυτῷ τὸ φέγγος ἐκ τῆς οἰκείας ἐπισκοτίζειν τυφλώσεως, τῇ διδασκαλίᾳ γοῦν τῇ τῶν εὐαγγελίων ἑαυτὸν ὑπήγαγεν ἄν, καὶ λέγοντος Ματθαίου· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ» [Μθ 1:1]· καὶ τοῦ ἀποστολικοῦ δὴ κηρύγματος τὴν εἰσήγησιν ἂν ἐπεζήτησε, καὶ ἀναγινώ­σκων ἐν τῇ πρὸς ῾Ρωμαίους· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα» [῾Ρω 1:1]· ἐπὶ τὰς προφητικὰς οὕτως ἂν βίβλους τὴν εὐσεβῆ φροντίδα μετήγαγε καὶ εὑρίσκων τὴν ἐπαγγελίαν τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λέγοντος· «Ἐν τῷ σπέρματί σου ἐνευλογηθή­σονται πάντα τὰ ἔθνη» [Γε 22:18]· ὅπως ἂν περὶ τῆς κυριότητος τούτου μὴ ἀμφιβάλλῃ τοῦ σπέρματος, ἠκολούθησεν ἂν καὶ τῷ ἀποστόλῳ λέγοντι· Τῷ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ [Γα 3:8]. οὐκ εἶπε, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός· καὶ τῷ σπέρματί σου, ὅ περ ἐστὶ Χριστός. καὶ τὸ ᾿Ησαΐου δὲ κή­ρυγμα διὰ τῆς ἐνδοτέρας κατέσχεν ἂν ἀκροάσεως λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ περ ἐστὶ μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός» [᾿Ησ 7:14. Μα 1:23]. καὶ τοῦ αὐτοῦ δὲ προφήτου πιστῶς ἂν ὑπανέγνω τὰ ῥήματα· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος» [᾿Ησ 9:6].
Οὐδὲ ματαίως λαλῶν οὕτως ἂν εἶπε σάρκα γεγενῆσθαι τὸν Λόγον, ὡς ὅτι περ ὁ τεχθεὶς ἀπὸ τῆς παρθένου Χριστὸς εἶχε μὲν ἀνθρώπου μορφήν, οὐκ εἶχε δὲ τοῦ μητρῴου σώματος τὴν ἀλήθειαν· ἢ τάχα διὰ τοῦτο τὸν δεσπότην Χριστὸν οὐκ εἶναι τῆς ἡμετέρας ἐνόμισε φύσεως, ὅτι πρὸς τὴν μακαρίαν Μαρίαν ὁ πεμφθεὶς ἄγγελος εἶπε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· δι᾿ ὃ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ» [Λκ 1:35]· ὅπως ἂν, ἐπειδή περ ἡ σύλληψις τῆς παρθένου θείας ἔργον γεγένηται δημιουργίας, ἐκ τῆς φύσεως τῆς συλλα­βούσης ἡ σὰρξ τοῦ συλληφθέντος μὴ γένηται; ἀλλ᾽ οὐχ οὕτω νοητέον ἐκείνην τὴν γέννησιν, ἥ τις μονογενῶς ἐστι θαυμαστὴ καὶ θαυμαστῶς ἐστι μονογενής, ὥστε διὰ τοῦ καινοπρεποῦς τῆς γεννήσεως, τὴν τοῦ γένους ἐκβάλλεσθαι κυριότητα. τὸ μὲν γάρ γόνιμον τῇ παρθένῳ τὸ ἅγιον πνεῦμα παρέσχεν, ἡ δὲ τοῦ σώματος ἀλήθεια προσελήφθη ἐκ σώματος· καὶ τῆς σοφίας οἰκοδομούσης ἑαυτῇ οἶκον [Πρμ 9:1], «ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν» [᾿Ιω 1:14], τουτέστιν ἐν τούτῳ τῷ σώματι, ὅ περ ἔλαβεν ἐξ ἀνθρώπου, καὶ ὃ πνεύματι ζωῆς λογικῆς ἐνεψύχωσε.

[3. ῾Η πίστις καὶ ἡ τοῦ θεοῦ οἰκονομία
περὶ τὴν τοῦ Λόγου σάρκωσιν ἐξηγοῦνται]
Σῳζομένης τοίνυν τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἕνα ἄνθρω­πον συνιούσης, ἀνελήφθη ὑπὸ μὲν τῆς θεότητος ἡ ταπεινότης, ὑπὸ δὲ τῆς δυνάμεως τὸ ἀδύνατον, ὑπὸ τοῦ ἀθανάτου τὸ θνητόν, καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτιθῆναι, ἡ θεία φύσις ἡνώ­θη τῇ φύσει τῇ παθητῇ, ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνῄσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ. ἐν ἀκεραίᾳ τοιγαροῦν ἀληθοῦς ἀνθρώπου καὶ τελείᾳ τῇ φύσει Θεὸς ἀληθὴς ἐτέχθη, ὅλος ἐν τοῖς ἑαυτοῦ καὶ ὅλος ἐν τοῖς ἡμῶν. ἡμέτερα δὲ λέγομεν, ἅ περ ἐν ἡμῖν ἐξ ἀρχῆς ὁ δημιουργὸς ἐναπέθετο καὶ ἅ περ ἀνακαινιστέα πάλιν ἐδέξατο· ἐκεῖνα γὰρ ἅ περ ὁ ἀπατεὼν ἐπεισήγαγε καὶ ὁ ἀπατηθεὶς ἄνθρωπος ἥμαρτε, τὸ τυχὸν ἐπὶ τοῦ σωτῆρος ἴχνος οὐκ ἔσχηκεν. οὐδὲ ἐπειδὴ κοινωνίαν τῆς ἀνθρωπίνης ὑπεισελήλυθεν ἀσθενείας, διὰ τοῦτο καὶ κοινωνὸς τῶν ἡμετέρων γέγονεν ἁμαρτημάτων· προσέλαβε γὰρ δούλου μορφὴν δίχα ῥύπου τινὸς ἁμαρτήματος, καὶ τὸ ἀνθρώπινον αὔξων καὶ τὸ θεῖον οὐ μειῶν· ἐπειδή περ ἡ κένωσις ἐκείνη, δι᾽ ἧς ἑαυτὸν ὁ ἀόρατος ὁρατὸν παρεσκεύασε καὶ ὁ ποιητὴς καὶ δεσπότης τῶν ὅλων εἷς τῶν ἀνθρώπων ἠβουλήθη γενέσθαι, συγκατάβασις ἦν εὐσπλαγχνίας, οὐκ ἀσθένεια τῆς δυνάμεως.
Τοιγαροῦν ὃς μένων ἐν μορφῇ θεοῦ πεποίηκεν ἄνθρωπον, αὐτὸς ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα· καὶ ὥς περ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ θεοῦ, οὕτω τὴν τοῦ θεοῦ μορφὴν ἡ τοῦ δούλου μόρφωσις οὐκ ἐμείωσεν· ἐπειδὴ γὰρ κατεκαυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημέ­νον ἐκ τῆς πλάνης αὑτοῦ τῶν θείων δωρεῶν ἐστερημένον καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον, ὑπὸ τὴν τοῦ θανάτου χαλεπὴν ἀπόφα­σιν γεγενῆσθαι, καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας, ὡς καὶ τὸν θεόν, τοῦτο τῆς αὐτοῦ δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκεί­αν ἀπόφασιν, ὃν ἐν τοσαύτῃ τιμῇ κατεσκεύασε, χρεία τῆς οἰκονομίας τοῦ ἀπορρήτου μυστηρίου γεγένηται, ἵνα ὁ ἀναλλοίωτος θεός, οὗ τινος ἡ βού­λησις τῆς ἐμφύτου χρηστότητος στερηθῆναι μὴ δύναται, πρώτην περὶ ἡμᾶς τὴν τῆς οἰκείας εὐσεβείας ἀπορρήτῳ μυστηρίῳ πληρώσῃ διοίκησιν, καὶ ἵνα ὁ ἄνθρωπος, ὁ τῇ κακουργίᾳ τῆς διαβολικῆς κακίας πρὸς ἁμαρτίαν συνε­λαθείς, μὴ παρὰ βούλησιν ἀπόληται τοῦ θεοῦ.

[4. ᾿Αποτίμησις τῆς τε τοῦ Χριστοῦ γεννήσεως
καὶ τῶν ἰδιοτήτων τῆς φύσεως]
Προσέρχεται τοίνυν εἰς τὸ ταπεινὸν τοῦτο τοῦ κόσμου ὁ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ οὐρανίου θρόνου καταβαίνων καὶ ἀπὸ τῆς πατρικῆς δόξης οὐκ ἀφιστάμενος, καινῇ τινι τῇ τάξει καὶ καινῇ τῇ γεννήσει γεννώμενος· καινῇ μὲν τῇ τάξει, ὅτι περ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ, ὁρατὸς γέγονεν ἐν τοῖς παρ᾽ ἡμῖν, καὶ ἀκατάληπτος ὤν, ἠβουλήθη καταλαμβάνεσθαι, καὶ προαιώνι­ος μένων, εἶναι ἤρξατο ἀπὸ χρόνου, καὶ τοῦ παντὸς ὢν δεσπότης, τὴν δου­λικὴν μορφὴν ἀνεδέξατο τῆς οἰκείας θεότητος ἐπισκιάσας τὸ μέγεθος, καὶ ὁ ἀπαθὴς θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος, καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου· καινῇ δὲ τῇ γεννήσει τεχθείς, ἐπεί περ ἡ ἄχραντος παρθενία ἐπιθυμίαν μὲν ἠγνόησε, τὴν δὲ τῆς σαρκὸς ἐχορήγησεν ὕλην, καὶ προσελήφθη ἐκ τῆς μητρὸς τοῦ δεσπότου φύσις, οὐχ ἁμαρτία. οὐ μὴν ἐπειδή περ ἐν τῷ δεσπότῃ Ἰησοῦ Χριστῷ τῷ τεχθέντι ἐκ τῆς γαστρὸς τῆς παρθένου θαυμαστή τίς ἐστιν ἡ γέννησις, διὰ τοῦτο ἡμῖν οὐχ ἡ φύσις ὁμοία· ὁ γὰρ ὢν Θεὸς ἀληθὴς αὐτός ἐστι καὶ ἄνθρωπος ἀληθής.
Καὶ ψεῦδος οὐδὲν ἐν ταύτῃ τῇ ἑνώσει τυγχάνει, ἐν ὅσῳ τὰ συναμφό­τερα μετ᾽ ἀλλήλων ἐστί, καὶ τοῦ ἀνθρώπου τὸ ταπεινὸν καὶ τῆς θεότητος τὸ μέγεθος· ὥς περ γὰρ τῷ ἐλεεῖν ὁ θεὸς τροπὴν οὐχ ὑφίσταται, οὕτως ἄνθρωπος τῷ μεγέθει τῆς θείας ἀξίας οὐκ ἀναλίσκεται· ἐνεργεῖ γὰρ ἑκατέ­ρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅ περ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ᾽ ὅ περ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅ περ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκε. καὶ καθάπερ ὁ Λόγος ἀπὸ τῆς ἰσότητος τῆς τοῦ πατρὸς δόξης ἐστὶν ἀχώριστος, οὕτω τὸ σῶμα τὴν φύσιν τοῦ ἡμετέρου γένους οὐκ ἀπολέλοιπεν. εἷς γὰρ καὶ ὁ αὐτὸς ἀληθῶς υἱός τε θεοῦ καὶ ἀληθῶς υἱὸς ἀνθρώπου τυγχάνει, θεὸς μὲν κατά τοῦτο, καθ᾿ ὃ «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» [᾿Ιω 1:1]· ἄνθρωπος δὲ κατὰ τοῦτο, καθ᾿ ὃ «ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν»· καὶ θεὸς μὲν κατὰ τοῦτο, καθ᾿ ὃ «δι᾽ αὐτοῦ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» [᾿Ιω 1:3], ἄνθρωπος δὲ κατὰ τοῦτο, καθ᾿ ὃ «γέγονεν ἐκ γυναικός, γέγονεν ὑπὸ νόμον» [Γα 4:4]. καὶ ἡ μὲν τῆς σαρκώ­σεως γέννησις ἀνθρωπίνης ἐστὶ δήλωσις φύσεως, ὁ δὲ τοκετὸς τῆς παρ­θένου μήνυμα τῆς θείας ὑπάρχει δυνάμεως· καὶ ἡ μὲν νηπιότης τοῦ βρέ­φους διὰ τῆς τῶν σπαργάνων εὐτελείας ἐπιγινώσκεται [Λκ 2:7], τὸ δὲ μέγε­θος τῆς αὐτοῦ μεγαλωσύνης διά τῶν ἀγγελικῶν φωνῶν ἀποδεικνύεται [Λκ 2:13]· καὶ ὁμοιοῦται μὲν τοῖς νεωστὶ τικτομένοις ἀνθρώποις οὗτος, ὃν Ἡρῴδης ἀσεβῶς φονεῦσαι βουλεύεται [Μθ 2:16], ἀλλ᾿ ἔστι δεσπότης τῶν ὅλων, ὃν μάγοι χαίρουσιν ἱκετευτικῶς προσκυνεῖν.
Ὅτε δὲ πρὸς τὸ τοῦ προδρόμου ἑαυτοῦ Ἰωάννου ἔρχεται βάπτισμα [Μθ 3:13], ὅπως ἂν μὴ λάθῃ, ὅτι περ τῷ προκαλύμματι τῆς σαρκὸς ἡ θεότης ἐκρύπτετο, ἡ τοῦ πατρὸς φωνὴ ἐξ οὐρανῶν ἐπιβοῶσα φησίν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα» [Μθ 3:17]. τοιγαροῦν ὃν ὡς ἄν­θρωπον ἡ τοῦ διαβόλου πειράζει πανουργία, τούτῳ, ἅτε δὴ θεῷ, ἡ τῶν ἀγ­γέ­λων τάξις διακονεῖ [Μθ 4:1, 11]· τὸ μὲν γὰρ πεινῆν καὶ διψῆν καὶ κοπιᾶν καὶ ὑπνοῦν ὁμολογουμένως ἐστὶν ἀνθρώπου, ἀλλὰ τὸ πέντε ἄρτοις πέντε χιλιάδας ἀνθρώπων κορέσαι [᾿Ιω 6:5] καὶ χαρίσασθαι τῇ Σαμαρείτιδι ζῶν ὕδωρ [᾿Ιω 4:10] –ὅθεν ἀρυσαμένῃ αὐτῇ ὑπῆρχε τὸ μηκέτι διψῆν– καὶ ἐπὶ μὲν νώτων θαλάσσης περιπατεῖν τῶν ποδῶν οὐ βαπτιζομένων [Μθ 14:25], τὰς δὲ τῶν κυμάτων οἰδήσεις ἐπιτιμωμένου τοῦ κλύδωνος κατευνάζειν [Λκ 8:24], ἐστὶν ἀναμφιβόλως θεοῦ. ὥς περ οὖν, ἵνα τὰ πολλὰ παραλείψω, οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ κλαίειν ἐκ διαθέσεως οἴκτου τὸν τελευτήσαντα φίλον [᾿Ιω 11:35] καὶ τὸ τὸν αὐτόν ἀναζῆν μέλλοντα –διασκεδασθέντος τοῦ προσχώματος– τῆς τεταρταίας ἤδη ταφῆς ἐξαναστῆσαι πρὸς τὸ κέλευσμα τῆς φωνῆς [᾿Ιω 11:43], ἢ τὸ ἐπὶ ξύλου ἠρτῆσθαι καὶ ἐξ ἡμέρας εἰς νύκτα μεταβληθείσης τὰ στοιχεῖα πάντα συσσεῖσαι, ἢ τὸ διαπεπάρθαι τοῖς ἥλοις καὶ τὰς τοῦ παραδείσου πύλας ἀνοῖξαι τῇ πίστει τῇ τοῦ λῃστοῦ [Μθ 27:35]· οὕτως οὐ τῆς αὐτῆς ἐστι φύσεως τὸ λέγειν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» [᾿Ιω 10:30], καὶ τὸ λέγειν· «Ὁ πατήρ μου μείζων μου ἐστίν» [᾿Ιω 14:8]. εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ Ἰησοῦ Χριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἕν ἐστι τὸ πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν· ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ πα­τρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρός ἴση θεότης.

[5. ῾Η ἀλήθεια τῆς τοῦ Χριστοῦ σαρκώσεως ἀποδεικνύεται ἐκ τῆς Γραφῆς]
Διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν, καὶ υἱὸν ἀναγινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ –ὁπότε ὁ υἱὸς τοῦ θεοῦ τὸ σῶμα ἐξ αὐτῆς τῆς παρθένου, ἐξ ἧς ἐτέχθη, προσέλαβε–, καὶ πάλιν ὁ υἱὸς τοῦ θεοῦ σταυρωθεὶς λέγεται καὶ ταφείς –ὁπότε ταῦτα οὐκ ἐν αὐτῇ θεότητι, ἐν ᾗ μονογενὴς καὶ συναΐδιος καὶ ὁμοούσιός ἐστι τῷ πατρί, ἀλλ᾽ ἐν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης ὑπομε­μένηκε φύσεως–. ὅθεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ σταυρωθέντα καὶ ταφέντα πάντες καὶ ἐν τῷ Συμβόλῳ συνομολογοῦμεν κατ᾽ ἐκεῖνο τὸ ἀπο­στολικόν· «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν» [2Κο 2:8].
῞Οτε δὲ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ σωτὴρ τὴν πίστιν τῶν μαθητῶν διὰ τῶν οἰκείων ἐξεπαίδευεν ἐρωτήσεων, «Τίνα με», φησί, «λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ ἐκείνων ἀποκριναμένων ἄλ­λας ἄλλων εἶναι δόξας, «Ὑμεῖς», φησί, «τίνα με λέγετε εἶναι;» ἐμὲ δηλαδὴ τὸν υἱὸν τοῦ ἀνθρώπου καὶ ὃν ἐν μορφῇ δούλου καὶ ἀληθείᾳ σώματος θεωρεῖτε, «τίνα με λέγετε εἶναι;» Ἔνθα ὁ μακάριος Πέτρος θεόθεν ἐμ­πνευσθεὶς καὶ διὰ τῆς οἰκείας ὁμολογίας πᾶσι μέλλων γίνεσθαι σωτηρία τοῖς ἔθνεσι, «Σὺ εἶ», φησίν, «ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν­τος» [Μθ 16:16]· καὶ ἀξίως μακάριος ἀπεφάνθη παρὰ τοῦ Κυρίου καὶ ἀπὸ τῆς πρω­τοτύπου πέτρας τὸ στερεὸν ἐπεσπάσατο τῆς τε ἀρετῆς καὶ τῆς προσηγο­ρίας· ὅς τις δι᾽ ἀποκαλύψεως τοῦ πατρὸς τὸν αὐτὸν καὶ υἱὸν θεοῦ ὡμολό­γησε καὶ χριστόν· ἐπειδή περ ἓν τούτων δίχα θατέρου λαμβανόμενον, ἀνό­νητον ἐτύγχανεν εἰς σωτηρίαν· καὶ τοῦ αὐτοῦ ὑπῆρχε κινδύνου τὸ τὸν Κύ­ριον Ἰησοῦν Χριστὸν ἢ θεὸν μόνον ἄνευ ἀνθρώπου ἢ δίχα θεοῦ πιστεύ­ειν ἄνθρωπον μόνον.
Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥ τις δηλαδὴ τοῦ ἀληθοῦς αὐτοῦ σώματος γέγονεν, ἐπειδή περ οὐκ ἄλλος ἀνέστη εἰ μὴ ὁ σταυρωθεὶς καὶ ἀποθανών, τί ἕτερον τῇ τῶν τεσσαράκοντα ἡμερῶν αὐτοῦ διαγωγῇ γέγονεν ἢ ἵνα ἐκ πάσης ἀχλύος τὰ τῆς πίστεως ἡμῶν καθαρθῇ; διαλεγόμενος γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς καὶ συνδιατρίβων καὶ συναλιζόμενος [Πρξ 1:4] ἀκρι­βέστερόν τε καὶ πολυπραγμονικώτερον διὰ τῆς ἁφῆς ἑαυτὸν ψηλαφᾶσθαι παρὰ τούτων, οὓς ἔπληττε τὸ ἀμφίβολον, ἐνδιδούς· διὰ τοῦτο καὶ κεκλεισμένων τῶν θυρῶν εἰσῄει πρὸς τοὺς μαθητὰς καὶ τῷ φυσήματι τῷ ἑαυτοῦ παρεῖχεν ἅγιον πνεῦμα [᾿Ιω 20:22] καὶ χαριζόμενος τὸ φῶς τὸ τῆς γνώσεως τῶν θείων Γραφῶν ἀπεκάλυπτε τὰ ἀπόρρητα. καὶ πάλιν ὁ αὐτὸς τὰ τραύματα τῆς πλευρᾶς καὶ τὰς διατρήσεις τῶν ἥλων καὶ πάντα τὰ τοῦ νεαροῦ πάθους ἐπεδείκνυ σημεῖα λέγων· «Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα» [Λκ 24:39]· ὅπως ἂν ἐν αὐτῷ μεμενηκέναι γνωσθῇ ἡ ἰδιότης τῆς τε θείας καὶ τῆς ἀν­θρωπίνης φύσεως ἀδιαίρετος, οὕτω τε μάθωμεν τὸν Λόγον μὴ τοῦτο εἶναι, ὅ περ ἐστὶν ἡ σάρξ, ἀλλ᾽ ἕνα υἱὸν τοῦ θεοῦ καὶ τὸν Λόγον ὁμολογήσωμεν καὶ τὴν σάρκα.
῟Ης τινος πίστεως τοῦ μυστηρίου κοῦφος ὢν Εὐτυχὴς οὗτος καὶ ἀμέτο­χος ὀφείλει νομίζεσθαι, ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῷ μονο­γενεῖ υἱῷ τοῦ θεοῦ οὔτε διὰ τῆς ταπεινότητος τῆς ἀνθρωπότητος οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστάσεως, οὕτε τὴν ἀπόφασιν ἐφοβήθη τοῦ μακα­ρίου ἀπο­στόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ λέγοντος· «Πᾶν πνεῦμα τὸ ὁμολο­γοῦν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἀπὸ θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα τὸ διαιροῦν Ἰησοῦν Χριστὸν ἀπὸ θεοῦ οὐκ ἔστιν· καὶ οὗτός ἐστιν ὁ ἀντίχριστος» [1᾿Ιω 4:1]. τί δέ ἐστι τὸ διαιροῦν Ἰησοῦν, εἰ μὴ τὴν ἀνθρωπί­νην ἀπ᾽ αὐτοῦ φύσιν ἀποχωρίζειν καὶ τὸ μυστήριον, δι᾽ οὗ περ ἐσώθημεν μόνου, πειρᾶσθαι μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι;
῾Ο δὲ τὴν ἀχλὺν ὑφιστάμενος περὶ τὴν φύσιν τοῦ σώματος τοῦ Χριστοῦ ἀναγκαί­ως καὶ περὶ τὸ πάθος αὐτοῦ τῇ παραπλησίᾳ τυφλώσει παραφρο­νεῖ. καὶ γὰρ εἰ τὸν σταυρὸν τοῦ δεσπότου ψευδῆ μὴ νενόμικε, καὶ τὸ πάθος τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀναδεχθὲν ἀληθῶς γενόμενον οὐδαμῶς ἀμ­φιβάλλει· οὗ τινος οὖν ἐπιγινώσκει τὸν θάνατον, ἐπιγινωσκέτω [καὶ] τὴν σάρκα· καὶ μηδὲ τῆς ἡμετέρας αὐτὸν σαρκὸς ἄνθρωπον ἀπαρ­νείσθω, ὃν παθητὸν ἔγνω γενόμενον, ἐπειδή περ ἡ ἄρνησις τοῦ ἀληθοῦς σώματος ἄρνησίς ἐστι καὶ τοῦ πάθους τοῦ σώματος. εἰ τοίνυν δέχεται πίστιν χριστιανῶν καὶ ἀπὸ τοῦ κηρύγματος τοῦ εὐαγγελίου μὴ τὴν οἰκείαν ἀκοὴν ἀποστρέφει, σκοπείτω ποία φύσις διαπεπαρμένη τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐκρέματο, καὶ ἀνοιγείσης τῆς πλευρᾶς τοῦ προσπεπηγό­τος τῷ σταυρῷ διὰ τοῦ δόρατος τοῦ στρατιώτου, νοείτω πόθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐρρύη, ὥστε τὴν ἐκκλησίαν τὴν τοῦ θεοῦ τῷ τε λουτρῷ καταρ­δεύ­εσθαι καὶ τῷ πόματι.
᾿Ακουέτω δὲ καὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστό­λου κηρύττοντος ὅτι ὁ καθαρισμὸς τοῦ πνεύματος διὰ τοῦ ῥαντισμοῦ γίνεται τοῦ αἵματος τοῦ Χριστοῦ· μηδὲ παροδικῶς ἀναγινωσκέτω τοῦ αὐτοῦ ἀποστόλου τὰ ῥήματα λέγοντος· «Εἰδότες ὅτι περ οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐξηγοράσθητε ἐκ τῆς ματαίας ὑμῶν πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τῷ τιμίῳ αἵματι ὡσανεὶ ἀμνοῦ ἁγίου καὶ ἀμώμου Χριστοῦ Ἰησοῦ» [1Πε 1:18]. καὶ τοῦ μα­καρίου δὲ Ἰωάννου τοῦ ἀποστόλου τῇ μαρτυρίᾳ μὴ ἀνθιστάσθω λέγοντος· «Καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ­τίας» [1᾿Ιω 1:7]· καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν» [1᾿Ιω 5:4]. τίς ἐστιν ὃς ἐνίκησε τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; οὗτος ὁ ἐρχόμενος δι᾽ ὕδατος καὶ αἵματος Ἰησοῦς Χριστός, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν ὕδατι καὶ αἵματι· καὶ τὸ πνεῦμά ἐστι τό μαρτυροῦν, ἐπειδὴ τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια· «τρεῖς γάρ εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς τὸ ἕν εἰσι», τὸ πνεῦμα δηλονότι τοῦ ἁγιασμοῦ καὶ τὸ αἷμα τῆς λυτρώσεως καὶ τὸ ὕδωρ τοῦ βαπτίσματος· ἅ περ τρία ἕν ἐστι καὶ ἀμέριστα μένει καὶ οὐδὲν αὐτῶν ἀπὸ τῆς ἑαυτῶν χωρίζεται συναφείας· ἐπειδή περ ἡ καθολικὴ ἐκκλησία ἐν ταύτῃ ζῇ καὶ προκόπτει τῇ πίστει, ἵνα μήτε δίχα τῆς ἀληθοῦς θεότητος ἡ ἀνθρωπότης μήτε δίχα τῆς ἀληθοῦς ἀνθρωπότητος ἡ θεότης πιστεύηται.

[6. Σκολιὰ καὶ διεστραμμένη ἡ τοῦ Εὐτυχοῦς ὁμολογία. τίνι λόγῳ, ἐὰν ἐσωφρονίζετο,
θὰ ἀποκαθίστατο ἐν κοινωνίᾳ. πρέσβεις τοῦ πάπα στέλλονται εἰς ἀνατολήν.]
Πρὸς μέντοι γε τὴν διαλαλιὰν τῆς ὑμετέρας ἀκροάσεως ὁ Εὐτυχὴς ἀπε­κρίνατο λέγων· Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ. θαυμάζω τὴν οὕτως ἀλλόκοτον καὶ οὕτω διεστραμμένην ὁμολογίαν μηδεμιᾷ τῶν δικαζόντων ἐπιτιμήσει δόξασαν ἐπιλήψιμον, καὶ τὸν οὕτως ἄφρονα λόγον ἐν παραδρο­μῇ γεγονότα ὡς τῶν ἀκουσθέντων οὐδενὶ προσκρουσάντων· ὁπότε τὸν αὐ­τὸν τρόπον ἐστὶν ἀσεβὲς τὸ λέγειν ὡς ἐκ δύο φύσεων πρὸ τῆς ἐνανθρωπή­σεως ὁ μονογενής ἐστιν υἱὸς τοῦ θεοῦ, ὥς περ ἐστὶν ἀθέμιτον τὸ διαβεβαι­οῦσθαι ὡς μετὰ τὸ τὸν Λόγον σάρκα γενέσθαι μία ἐν αὐτῷ φύσις ἐστίν. ὅ περ ὅπως ἂν μὴ Εὐτυχὴς ὀρθῶς εἴτ᾿ οὖν ἀνεκτῶς ὑπολάβῃ ῥηθέν, ἐπειδή περ ἐξ οὐδεμίας ἡμῶν ἐπεστόμισται ψήφου, τὴν τῆν σῆς ἀγάπης ὑπομιμνῄ­σκομεν ἀκρίβειαν, ἀδελφὲ τιμιώτατε, ἵνα, εἰ διὰ τῶν τοῦ θεοῦ οἰκτιρμῶν εἰς ἀπολογίαν περιίσταται τὰ τοῦ πράγματος, ἡ ἀγνωσία τοῦ ἀμαθοῦς ἀν­θρώπου καὶ ἀπὸ ταύτης τῆς φθορᾶς κατὰ τὴν οἰκείαν διάνοιαν καθαρθῇ.
῞Ος τις μὲν οὖν, ὡς ἡ τάξις τῶν πεπραγμένων δηλοῖ, καλῶς ἀναχωρεῖν ἦν ἀρξάμενος ἀπὸ τῆς ἰδίας ἐνστάσεως, ὁπηνίκα τῇ ὑμῶν ἀποφάσει συνεχό­μενος ὡμολόγει λέγειν ἑαυτὸν ὃ πρότερον οὐκ εἰρήκει, καὶ ταύτῃ ἐφησυχά­ζειν τῇ πίστει ἧς ἐτύγχανε πρώην ἀλλότριος. ἀλλ᾽ ὁπότε ἐν τῷ ἀναθεματι­στέῳ ἀσεβεῖ δόγματι συναινεῖν οὐκ ἠβούλετο, ἔγνω αὐτὸν ἡ ὑμῶν ἀδελ­φότης ἐν τῇ οἰκείᾳ διαμένοντα κακοδοξίᾳ καὶ ἄξιον εἶναι τοῦ δέχεσθαι τὴν κρίσιν τῆς καθαιρέσεως· ἐφ᾽ ᾧ περ, εἰ πιστῶς καὶ συμφερόν­τως ἀλγεῖ, καὶ εἰ βράδιον γοῦν ὅμως ἐπιγινώσκει, ὅπως εἰς δέον ἡ τῶν ἐπι­σκόπων ἐπ᾽ αὐτῷ αὐθεντία κεκίνηται, ἤ, εἰ πρὸς τὸ τέλειον τῆς ἀπολογίας ἴδοι, ὥστε πάντα τὰ παρ᾽ αὐτοῦ κακῶς φρονηθέντα ἐναργεῖ καὶ παρούσῃ τῇ φωνῇ, καὶ οἰκείᾳ δὲ καταδικασθῆναι ὑπογραφῇ, οὐκ ἔσται καταγνώ­σεως ἄξιος ὁ περὶ τόν διορθωθέντα ὁποσοσοῦν ἔλεος· ἐπειδή περ ὁ Κύριος ἡμῶν ὁ ἀληθινὸς καὶ ἀγαθὸς ποιμήν, ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων τῶν ἑαυτοῦ [᾿Ιω 10:11], καὶ ὃς ἦλθε τὰς ψυχὰς τῶν ἀνθρώπων σῶσαι, οὐκ ἀπολέσαι [Λκ 9:56], μιμητὰς ἡμᾶς τῆς οἰκείας ἀγαθότητος εἶναι βούλεται, ἵνα τοὺς μὲν ἁμαρτάνοντας σωφρονίσῃ τὸ δίκαιον, τοὺς δὲ ἐπιστρέψαντας ὁ τῆς συμπαθείας οἶκτος μηδαμῶς ἀπώσηται. τότε γὰρ ὄντως, τότε σὺν ἀγαθῷ τῷ καρπῷ τὸ τῆς πίστεως ἀληθὲς ἐκδικεῖται, ὅτε καὶ παρὰ τῶν τῆς δυσσεβείας ἐξάρχων ἡ οἰκεία κακοδοξία καταδικάζεται.
Πρὸς δὲ τὸ πᾶσαν τὴν ὑπόθεσιν εὐσεβῶς καὶ πιστῶς ἐξανυσθῆναι, τοὺς ἁδελφοὺς ἡμῶν Ἰούλιον τὸν ἐπίσκοπον καὶ ῾Ρενάτον τὸν πρεσβύτερον, ἔτι γε μὴν καὶ τὸν υἱόν μου ῞Ιλαρον τὸν διάκονον, εἰς τὸν ἡμῶν ἀπεστάλκαμεν τόπον· οἷς Δουλκίτιον τὸν νοτάριον τὸν ἡμέτερον, οὗ τὴν πίστιν ἐδοκιμά­σαμεν, συνεζεύξαμεν θαρροῦντες τὴν τοῦ θεοῦ παρεσομένην βοήθειαν, ὥστε τὸν πλανηθέντα, καταδικασθείσης τῆς σκαιότητος τοῦ φρονήματος τοῦ οἰκείου, σωθῆναι.
Ὁ θεὸς ἐρρωμένον σε διαφυλάττοι, ἀδελφὲ προσφιλέστατε.
  [13 ἰουνίου 449]
http://www.symbole.gr/chrtoms/dogma/1167-fides15

4 σχόλια:

  1. Θα ήταν καλό το Ιστολόγιο Κατάνυξις να απαντά με χωρία από τους Αγίους μας, αντί άλλων ορθολογιστικών θέσεων και αφορισμών εναντίον των αποτειχισμένων. Τα κείμενα μιλούν από μόνα τους κι ο νοών νοείτω. Θαυμάσια ανάρτηση!

    ΑπάντησηΔιαγραφή
  2. Σιγά να μην απαντούν με κείμενα οι ΑΓΡΑΜΜΑΤΟΙ. Μόνο να βρίζουν και να κακολογούν τους Αποτειχισμένους ξέρουν.Μόνο θράσος και αναίδεια τους ξεχωρίζει, δυστυχώς.Χριστιανάκια της λαμπαδούρας οι ανθρωποι του παπά Μανώλη.

    ΑπάντησηΔιαγραφή
  3. Γράφει κληρικός: 18-2-2015 για την φράση του πατροκοσμά "τον πάπαν να καταράσθε".

    http://www.amen.gr/article20623

    "Το είπε ή όχι; Προσωπικά τείνω να συνταχθώ με όσους φρονούν ότι η προτροπή αυτή είναι εμβόλιμη. Από ποίον, Κύριος οίδε! Διότι είναι αδιανόητο να φαντασθεί κανείς ότι ο ...,Κοσμάς ο Αιτωλός, να μην είχε ποτέ αναγνώσει την προς Ρωμαίους Επιστολή και να αγνοούσε την ρητή επιταγή του Αποστόλου των εθνών Παύλου «Ευλογείτε και μή καταράσθε» (Ρωμ. 12,14)...."

    Αυτά γράφει και άλλα πολλά. Άραγε ο κληρικός που γράφει τα ανωτέρω την 18-2-2015 (δηλαδή ενώ προηγήθηκαν τόσες και τόσες τεκμηριωμένες βιβλιογραφικώς, επιστημονικές και αποστομωτικές απαντήσεις στην αυθαίρετη διατύπωση του κληρικού Ειρηναίου Δεληδήμου κατά του π. Αυγουστίνου Καντιώτη (δημοσίευσε και η "Αποτείχιση" στοιχεία)) δεν έχει διαβάσει Αγία Γραφή; Δεν γράφει μόνον το "ευλογείτε και μη καταράσθε". Δεν διάβασε ο κληρικός ποτέ κάτι διαφορετικό στην Καινή Διαθήκη, ούτε καν τα ουαί του Κυρίου; Δεν γνωρίζει τις αναφορές για το πυρ το εξώτερον το ητοιμασμένον ενίοις; Δεν πληροφορήθηκε την βεβαία κατάληξη των αμετανόητων παραβατών; Μόνο για ευλογίες μελετά; Δεν διάβασε "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω" (Γαλ.1,8-9). "Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε" (Β Ιωάννου,10). " Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ" (Τίτ.γ,10). "εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;... οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε (ξεψύχησε)...καὶ ἡ γυνὴ αὐτοῦ.. και άλλα και άλλα.

    Δεν γνωρίζουν Γραφή... δυστυχώς! Και αναθέματα και θάνατοι και τυφλώσεις και επιπλήξεις, σε όσους αιρετίζουν ή ψεύδονται ή γενικά εμπαίζουν και στρέφονται εναντίον του θεού αναφέρονται στην Καινή Διαθήκη ανάλογα με τις περιστάσεις και τα πρόσωπα. Άλλη η αντιμετώπιση του ταπεινού αμαρτωλού κι άλλη η αντιμετώπιση του αμετανόητου αιρετικού.

    Πιπιλίζουν λοιπόν, οι "ευγενικοί" ότι, .., δεν μπορεί ένας άγιος Κοσμάς Αιτωλός, να είπε τη φράση "τον πάπα να καταράσθε" !!! Και προχωρούν: "Η παραπομπή είναι εμβόλιμη; μάλλον ναι, ασφαλώς ναι, και αν ναι, από ποίον; (και τι θα σκεφτεί ο αναγνώστης ... ποιος είναι εκείνος που εξέδωσε την διδαχή του Αγίου Κοσμά του Αιτωλού με την φράση αυτή; Μα... ο Καντιώτης, αφού εκείνος είναι που το έγραψε στο βιβλίο του...). Με πόσο "αθώο" και έντεχνο τρόπο σπιλώνεται ο π. Αυγουστίνος σαν δήθεν πλαστογράφος (!)

    Συμπέρασμα: Επιβάλλεται πριν από όλα, η καθημερινή μελέτη της θεόπνευστης Καινής Διαθήκης, να ξέρουμε τι γράφει, διαφορετικά θα μας πιάνουν αδιάβαστους και θα μας ξεγελούν με τις ανοησίες τους, εκείνοι οι θαυμαστές των ετέρων συνηθειών, που θέλουν να μας αλλάξουν την πίστη.


    ΑπάντησηΔιαγραφή
  4. Με το άρθρο της 18-2-2015, ο κληρικός που το συντάσσει, απορεί πώς ο επίσκοπος δεν τιμωρεί κληρικό του, που συμφωνεί με τον π. Αυγουστίνο, και στρέφεται, επιστημονικώς, κατά άλλου επισκόπου που αμφισβητεί τον π. Αυγουστίνο και τον π.Κοσμά.

    Ο συντάκτης του άρθου, όμως, μήπως κι εκείνος δεν στρέφεται εναντίον επισκόπου; του αγίου κοιμηθέντος Επισκόπου Φλωρίνης Αυγουστίνου παίρνοντας σαφή θέση υπέρ της άποψης που ο ίδιος παραθέτει; Βέβαια, "κύριος οίδε" ποιος έκανε την πλαστογραφία, αλλά ... δυο γραμμές παραπάνω αναφέρει τον Φλωρίνης ...

    http://www.amen.gr/article20623

    "... ισχυρίζονται με επιστημοσύνη και βεβαιότητα πως η φράση είναι νόθα και ότι αποτελεί πονηρό επινόημα του Φλωρίνης Αυγουστίνου Καντιώτη, ο οποίος σ΄ένα σύγγραμμά του περί Αγίου Κοσμά, θεώρησε σκόπιμο να ενσφηνώσει σε ένα κείμενο του Αγίου την αρά του Κωλέττη. Kαι τούτο, προκειμένου όπως προσδώσει κάποιο «πατερικό έρεισμα» στον αντιπαπικό του αγώνα!"...
    ... "Προσωπικά τείνω να συνταχθώ με όσους φρονούν ότι η προτροπή αυτή είναι εμβόλιμη. Από ποίον, Κύριος οίδε! "...

    ΑπάντησηΔιαγραφή

Δημοφιλείς αναρτήσεις

Αναζήτηση αυτού του ιστολογίου