Οι Κατηχούμενοι του αγίου Κυρίλλου κι εμείς οι Φωτισθέντες, αλλ' ακατήχητοι!
Αγίου Κυρίλλου Ιεροσολύμων, ΚΑΤΗΧΗΣΙΣ αʹ Φωτιζομένων, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπτίσματι προσελθοῦσι.
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ, καὶ ἀφέσεως ἁμαρτιῶν, καὶ περὶ Ἀντικειμένου.
Ἀνυπόκριτον
ἔχε τὴν ψυχήν, ὦ ἄνθρωπε, διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ὥσπερ γὰρ οἱ μέλλοντες
στρατεύειν, ἐρευνῶσι τὰς ἡλικίας καὶ τὰ σώματα τῶν στρατευομένων, οὕτω καὶ ὁ Κύριος
στρατολογῶν τὰς ψυχὰς, ἐρευνᾷ τὰς προαιρέσεις· κἂν μὲν ὑπόκρισιν εὕρῃ κρυπτομένην,
ἀπέβαλε τὸν ἄνθρωπον ὡς τῆς ἀληθοῦς στρατείας ἀνεπιτήδειον· εἰ δὲ ἄξιον καταλάβῃ,
τούτῳ δίδωσιν ἑτοίμως τὴν χάριν. Οὐ δίδωσι τὰ ἅγια τοῖς κυσίν· ἀλλ' ὅπου βλέπει
τὴν ἀγαθὴν προαίρεσιν, ἐκεῖ τὴν σωτηριώδη δίδωσι σφραγίδα, τὴν θαυμασίαν, ἣν τρέμουσι
δαίμονες καὶ γινώσκουσιν ἄγγελοι· ἵνα οἱ μὲν φύγωσιν ἐλασθέντες, οἱ δὲ περιέπωσιν
ὡς οἰκεῖον. Τοῖς οὖν λαμβάνουσι τὴν πνευματικὴν ταύτην σφραγίδα καὶ σωτήριον,
χρεία καὶ τῆς οἰκείας προαιρέσεως. Ὥσπερ γὰρ κάλαμος γραφικὸς ἢ καὶ βέλος χρείαν
ἔχει τοῦ συνεργοῦντος, οὕτω καὶ ἡ χάρις χρείαν ἔχει τῶν πιστευόντων. Ὅπλον λαμβάνεις οὐ φθαρτόν, ἀλλὰ πνευματικόν.
Καταφυτεύῃ λοιπὸν εἰς τὸν νοητὸν παράδεισον. Λαμβάνεις ὄνομα καινὸν, ὃ πρότερον
οὐκ εἶχες. Πρὸ τούτου Κατηχούμενος ἦς, νῦν δὲ κληθήσῃ Πιστός…».
Γίνε
«κοινωνὸς τῆς ἁγίας ἀμπέλου. Ἀλλ' ἐὰν μὲν ἐπιμείνῃς ἐν τῇ ἀμπέλῳ, αὔξῃ ὡς κλῆμα
καρποφόρον· ἐὰν δὲ μὴ ἐπιμείνῃς, ὑπὸ τοῦ πυρὸς καταναλωθήσῃ. Καρποφορήσωμεν τοίνυν
ἀξίως. Μὴ γένοιτο γάρ, ἵνα ἐν
ἡμῖν γένηται
τὸ, κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν, μή ποτε ἐλθὼν ὁ Ἰησοῦς καὶ νῦν καταράσηται
διὰ τὴν ἀκαρπίαν... Αὐτοῦ μὲν οὖν ἐστι τὸ καταφυτεῦσαι καὶ τὸ ποτίσαι, σὸν δὲ τὸ
καρποφορῆσαι. Θεοῦ τὸ χαρίσασθαι, σὸν δὲ τὸ λαβεῖν καὶ διατηρῆσαι· μὴ διὰ τὸ
δωρεὰν δίδοσθαι τὴν χάριν, καταφρόνει· ἀλλὰ λαβὼν συντήρησον εὐλαβῶς. 1.5 Καιρὸς
ἐξομολογήσεως ὁ παρών. Ἐξομολόγησαι τὰ πεπραγμένα, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ· τὰ ἐν
νυκτὶ, τὰ ἐν ἡμέρᾳ…
Πᾶσαν
μέριμναν ἀνθρωπίνην ἐξάλειψον ἀπὸ σοῦ· περὶ ψυχῆς γὰρ τρέχεις. Τὰ τοῦ κοσμου πάντως
καταλιμπάνεις· μικρὰ τὰ καταλιμπανόμενα, μέγαλα δὲ τὰ παρὰ τοῦ Κυρίου δωρούμενα.
Κατάλειπε τὰ παρόντα, καὶ πίστευε εἰς τὰ μέλλοντα. Τοσούτους κύκλους ἐνιαυτῶν
διῆλθες, περὶ τὸν κόσμον μάτην ἀσχολούμενος· καὶ τεσσαράκοντα ἡμέρας οὐ σχολάζεις,
διὰ τὴν σαυτοῦ ψυχήν;…
Τὸ
λαλεῖν πολλὰ ἀργὰ παραίτησαι· μήτε καταλάλει, μήτε ἡδέως ἄκουε καταλαλοῦντος· ἀλλὰ
μᾶλλον εἰς προσευχὰς ἕτοιμος ἔσο· δεῖξον ἐν ἀσκήσει, τῆς καρδίας σου τὸ
νενευρωμένον. Καθάρισόν σου τὸ ἄγγος, ἵνα πλείονα δέξῃ τὴν χάριν. Ἡ μὲν γὰρ ἄφεσις
τῶν ἁμαρτιῶν ἐξ ἴσου δίδοται τοῖς πᾶσιν· ἡ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου κοινωνία,
κατ' ἀναλογίαν
δεδώρηται τῆς ἑκάστου πίστεως. Ἐὰν ὀλίγα κάμῃς, ὀλίγα λαμβάνεις· ἐὰν
δὲ ἐργάσῃ πολλὰ, πολὺς ὁ μισθός.
Εἴ
τι κατά τινος ἔχεις, ἄφες. Προσέρχῃ λαβεῖν ἁμαρτιῶν ἄφεσιν, ἀνάγκη καί σε
συγχωρῆσαι τῷ ἡμαρτηκότι. Ἐπεὶ ποίῳ προσώπῳ τῷ Κυρίῳ λέξεις, Ἄφες μοι τὰς πολλάς
μου ἁμαρτίας, αὐτὸς σὺ μηδὲ τὰς ὀλίγας τῷ συνδούλῳ συγχωρήσας;… Ἀγώνισαι περὶ τῆς
σαυτοῦ ψυχῆς, μάλιστα ἐν τοιαύταις ἡμέραις· θρέψον σου τὴν ψυχὴν ἀναγνώσεσι θείαις·
ἡτοίμασε γάρ σοι τράπεζαν πνευματικὴν ὁ Κύριος.
Αὐτοῦ
γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς, φησὶν ὁ Ἀπόστολος. Ὁ μὲν οὖν
κτίστης, ἀγαθὸς ὢν, ἐπ' ἔργοις ἀγαθοῖς ἔκτισεν· τὸ δὲ κτισθὲν, ἐξ οἰκείας
προαιρέσεως εἰς πονηρίαν ἐτράπη. Δεινὸν μὲν οὖν κακὸν, ὡς εἴρηται, ἡ ἁμαρτία, ἀλλ'
οὐκ ἀθεράπευτον· δεινὸν τῷ κατέχοντι· εὐίατον δὲ τῷ διὰ μετανοίας ἀποτιθεμένῳ…
Ἐὰν
δὲ ἀδιαφόρως δέξῃ τὴν ἐνθύμησιν ἐπιθυμίας, διὰ τῶν λογισμῶν ῥίζας ἐν σοὶ καταβάλλεται,
καὶ καταδεσμεῖ σου τὴν διάνοιαν, καὶ κατασπᾷ σε εἰς βόθρον κακῶν. Ἀλλ' ἴσως λέγεις,
Πιστός εἰμι, καὶ οὐ περιγίνεταί μου ἐπιθυμία, κἂν ἐνθυμήσω πυκνότερον. Ἀγνοεῖς ὅτι
καὶ πέτραν ἔῤῥηξε ῥίζα παραμένουσα πολλάκις; Μὴ δέξῃ τὸν σπόρον, ἐπεὶ διαῤῥήξει
σου τὴν πίστιν…
Θέλεις
ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν
Θεοῦ φιλανθρωπίαν, καὶ τῆς μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν
Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ· ἆρ' οὐκ ἐδύνατο τὸν θάνατον εὐθὺς ἐπαγαγεῖν; ἀλλ'
ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύ ριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου· [τῆς
γὰρ ἐκεῖ διατριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παραδείσου
κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς οἷα κατηνέχθη, λοιπὸν ἐκ
μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν… Εἰ δὲ βούλει, σοὶ περὶ ἡμῶν καὶ ἄλλους τύπους
παραστῆναι, ἐλθὲ καὶ ἐπὶ τὸν Δαβὶδ τὸν μακάριον, καὶ τύπον αὐτὸν λάβε τῆς
μετανοίας. Ἐσφάλη ὁ μέγας· μετὰ κοίτην, τὸ δειλινὸν, περιπατῶν ἐπὶ τοῦ δώματος,
ἴδεν ἀδιαφόρως, καὶ ἔπαθέν τι ἀνθρώπινον. Ἐτελέσθη ἡ ἁμαρτία, ἀλλ' οὐ συναπέθανεν
ἡ περὶ τὴν ὁμολογίαν τοῦ πταίσματος εὐγνωμοσύνη… Καὶ Σαλομὼν ἐκπέπτωκεν· ἀλλὰ τί
φησιν; Ὕστερον ἐγὼ μετενόησα… Γέγονε καὶ Μανασσῆς παρανομώτατος, ὁ τὸν Ἡσαΐαν
πρίσας, καὶ ἐν παντοίαις εἰδωλολατρείαις μιανθείς, καὶ πλήσας αἱμάτων ἀθώων τὴν
Ἱερουσαλήμ· ἀλλὰ αἰχμάλωτος ἀχθεὶς εἰς Βαβυλῶνα, τῇ πείρᾳ τῶν κακῶν εἰς μετανοίας
ἰατρείαν συνεχρήσατο. Λέγει γὰρ ἡ γραφὴ, ὅτι ἐταπεινώθη Μανασσῆς ἐνώπιον Κυρίου,
καὶ προσηύξατο, καὶ εἰσήκουσε Κύριος, καὶ ἐπανήγαγεν αὐτὸν εἰς τὴν βασιλείαν αὐτοῦ.
Εἰ ὁ τὸν προφήτην πρίσας, διὰ μετανοίας ἐσώθη· σὺ δὲ, μηδὲν τοσοῦτον ἐργασάμενος
οὐ σωθήσῃ; βλέπε μὴ τῇ δυνάμει τῆς μετανοίας μάτην ἀπιστήσῃς…
Τίνα
ὑπόνοιαν ἔχεις περὶ Ναβουχοδονόσορ; Οὐκ ἤκουσας ἀπὸ τῶν γραφῶν, ὅτι αἱμοβόρος, ἀγριώδης,
λεοντώδη τὴν προαίρεσιν ἔχων; Οὐκ ἤκουσας ὅτι τὰ ὀστέα τῶν βασιλέων ἐκ τῶν τάφων
ἐξήνεγκεν εἰς τὸ φῶς; Οὐκ ἤκουσας ὅτι τὸν λαὸν ἐξῃχμαλώτευσεν; Οὐκ ἤκουσας ὅτι
τοὺς ὀφθαλμοὺς τοῦ βασιλέως ἐξετύφλωσε, προϊδόντος τὰ τέκνα ἐσφαγμένα;… Καὶ τί
γίνεται; Μετὰ ταῦτα, φησὶν, ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν
ἀνέλαβον, καὶ τὸν ὕψιστον ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα.
Ὅτι τοίνυν ἐπέγνω τὸν ὕψιστον, καὶ τὰς εὐχαριστηρίους φωνὰς ἀνέπεμψε τῷ Θεῷ, καὶ
ἦλθεν εἰς μεταμέλειαν ὧν διεπράξατο, καὶ ἐπέγνω τὴν οἰκείαν ἀσθένειαν· τότε ὁ
Θεὸς ἀποδίδωσιν αὐτῷ τὴν τιμὴν τῆς βασιλείας. Τί οὖν; τῷ μὲν Ναβουχοδονόσορ
τοιαῦτα διαπραξαμένῳ, καὶ ἐξομολογησαμένῳ, δέδωκε τὴν συγχώρησιν καὶ τὴν βασιλείαν·
σοὶ δὲ μετανοοῦντι, οὐ δίδωσι τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ τὴν τῶν οὐρανῶν
βασιλείαν, ἐὰν ἐπαξίως πολιτεύσῃ; Φιλάνθρωπος ὁ Κύριος καὶ ταχὺς εἰς συγχώρησιν,
βραδὺς δὲ εἰς τιμωρίαν. Μηδεὶς οὖν ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας. Πέτρος ὁ
κορυφαιότατος καὶ πρωτοστάτης τῶν ἀποστόλων, ἐπὶ παιδισκαρίου ἠρνήσατο τρὶς τὸν
Κύριον· ἀλλὰ μεταμεληθεὶς, ἔκλαυσε πικρῶς. Τὸ δὲ κλαῦσαι, τὴν μετάνοιαν τὴν ἐγκάρδιον
παρίστησιν, καὶ διὰ τοῦτο, οὐ μόνον ἔλαβε τὴν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ
καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον. Ἔχοντες οὖν, ἀδελφοὶ, πολλοὺς τύπους τῶν ἁμαρτησάντων,
καὶ μετανοησάντων, καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογήσασθε τῷ Κυρίῳ· ἵνα
καὶ τὴν συγχώρησιν λάβητε τῶν προγεγενημένων ἁμαρτημάτων, καὶ τῆς ἐπουρανίου
δωρεᾶς καταξιωθῆτε, καὶ τὴν ἐπουράνιον κληρονομήσητε βασιλείαν μετὰ πάντων τῶν ἁγίων·
ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου