Ο (χθες εορταζων)
ΑΓΙΟΣ ΑΜΦΙΛΟΧΙΟΣ
και οι ΟΙΚΟΥΜΕΝΙΣΤΕΣ
Ἀμφιλοχίου Ἰκονίου, Κατὰ Αἱρετικῶν (Contra
haereticos)
Ὁ ἅγιος
Ἀμφιλόχιος γράφει γιὰ τοὺς αἱρετικοὺς
τῆς ἐποχῆς του, καὶ εἶναι ὡσὰν νὰ γράφει κατὰ
τῶν Οἰκουμενιστῶν! Περιγράφει μὲ καταπληκτικὴ ἀκρίβεια τὴν συμπεριφορὰ τῶν
παναιρετικῶν Οἰκουμενιστῶν, οἱ ὁποῖοι παρουσιάζονται ὡς Ὀρθόδοξοι καὶ δίνουν τὴν
ἐντύπωση ὅτι οἱ κακόδοξες θεωρίες τους ἔχουν ὀρθόδοξη βάση καὶ ἑρμηνεία καὶ
πραγματοποιοῦνται κατ’ οἰκονομία γιὰ τὸ καλὸ τῶν ἑτεροδόξων. Ἀποτέλεσμα; Νὰ
δημιουργοῦνται ἤπιες ἀντιδράσεις, καὶ νὰ μὴν προσκρούουν στὸ ἤδη (δι’ ἐπιμελοῦς
προπαγάνδας δεκαετιῶν) ἀλλοιωμένο καὶ προετοιμασμένο νὰ ἀποδεχθεῖ τὸν Οἰκουμενισμὸ
ὀρθόδοξο πλήρωμα, μὲ τὸ ὁποῖο (σημειωτέον) ἀποφεύγουν τὴν συζήτηση τῶν κακοδοξιῶν
τους!
Γράφει,
λοιπόν, ὁ Ἅγιος ὅτι οἱ αἱρετικοὶ
«...οὐδὲ οὐράνιον
φρονοῦσιν· ἀλλ' οὐδὲ ἀνθρώπινον φρόνημα ἔχουσιν, οὐδὲ τολμῶσιν εἰς τὸ φῶς
προελθεῖν ἢ φρονίμῳ ἀνθρώπῳ διαλεχθῆναι, ἢ πόλει χριστιανῶν ἐπιβῆναι, καθὼς οἱ
προεστῶτες τῶν ἄλλων αἱρέσεων, οἵτινες πειρῶνται διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης
πλανῆσαί τινας. Καὶ γὰρ διὰ τὴν προσοῦσαν αὐτοῖς δεινότητα καὶ τὰς γραφὰς πειρῶνται
πρὸς τὰ ἑαυτῶν θελήματα ἕλκειν κἀκεῖθεν ἀπατᾶν τοὺς ἁπλουστέρους· αἱ γὰρ γραφαὶ
ἐοίκασι τοῖς βοηθήμασι τοῖς ἰατρικοῖς, ἅτινα καλῶς μὲν σκευαζόμενα θεραπεύει,
φαύλως δὲ ἢ ἀτέχνως διδόμενα φονεύει· διόπερ εἰκότως ἀλώπεκες μικροὶ λέγονται».
Ἂς ἀκούσουν
καὶ ἂς λάβουν σοβαρὰ ὑπ’ ὄψιν τους τὸν ἅγιο Ἀμφιλόχιο οἱ Ποιμένες: Ἡ κακὴ ἑρμηνεία
τῶν Ἁγίων Γραφῶν (δηλαδὴ ἡ ἑρμηνεία τῶν αἱρετικῶν Οἰκουμενιστῶν) φονεύουν!
Μήπως ἔχουν ἀντίρρηση; Καὶ συνεχίζει:
«Τὰς μὲν οὖν λοιπὰς αἱρέσεις ἔστιν εὑρεῖν ὅτι
καὶ λόγον καὶ πιθανότητα ἔχουσι καὶ συλλογισμοῖς καὶ σοφίσμασί τινων ἁπλουστέρων
περιγίνονται· καὶ νομίζω γὰρ καὶ περὶ τούτων ὁ προφήτης εὔχεται λέγων· Ῥύσεταί
με ἐξ ἐχθρῶν μου δυνατῶν. Αἱ μέντοι μικραὶ ἀλώπεκες, τουτέστι αὗται αἱ αἱρέσεις, τί ἔχουσι δυνατὸν εἰς τὸ ἀπατῆσαι;
Οὐ φρόνησιν, οὐκ ἰσχύν, οὐ παρρησίαν τοῦ δόγματος αὐτῶν, οὐ τὴν ἐπὶ πόλεων
δικαιοσύνην δυναμένην ἀπατῆσαι τοὺς μεριζομένους τῇ πίστει· ἓν μόνον ἔχουσι, τὸ δολερὸν τῶν θηρίων τούτων.
Ὅταν γὰρ εἰσέλθωσιν εἰς ἀμπελῶνα,
τουτέστιν εἰς λαόν, οὐ παρρησίᾳ εἰσέρχονται,
ἀλλὰ λάθρᾳ ὡς κλέπται, ὡς καὶ τὰ θηρία ταῦτα, αἱ ἀλώπεκες».
Καὶ αὐτοὺς
τοὺς δολεροὺς κλέφτες, ἀντὶ νὰ τοὺς ἐκδιώξουν οἱ Ποιμένες τοὺς ὑποδέχονται μετὰ
«φανῶν καὶ λαμπάδων»!
«Ἐπὰν ἴδωσι τὸν ἀμπελουργὸν
εἰς ἕτερον μέρος ἀσχολούμενον, εἰσέρχονται ἀφειδῶς εἰς τοὺς ἀλλοτρίους καμάτους,
οὓς καὶ ἀφανίζουσιν. Ἔστι δὲ καὶ οὕτως νοῆσαι τὸ γραφικὸν ῥητόν, οὐ μόνον αὐτοὺς
μικροὺς ἀλώπεκας ὀνομαζομένους, ἀλλὰ καὶ μικροὺς ἀφανίζοντας ἀμπελῶνας. Οὐδεὶς
γὰρ παρ' αὐτῶν ἀνὴρ ἰσχυρὸς καὶ ἑδραῖος τῇ πίστει καὶ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν,
τουτέστι τὸν Χριστόν, ἀπατᾶται, ἀλλ' εἴπου τις ἀχύρῳ παραπλήσιος καὶ παντὶ ἀνέμῳ
περιφερόμενος ἀπολικμᾶται τῆς ἐκκλησίας».
Να,
λοιπόν, ποιος εἶναι ὁ ρόλος καὶ ὁ «σκοπὸς» τῶν ἐπι-σκόπων. Νὰ μὴν ἀφήνουν ἀνοχύρωτους
τοὺς πιστούς, ὥστε νὰ πλανῶνται ἀπὸ τοὺς αἱρετικούς! Βλέπετε, ἐσεῖς, νὰ ἐπιτελοῦν
αὐτὸ τὸ ἔργο οἱ σύγχρονοι Ἐπίσκοποι;
«Περὶ τῶν τοιούτων
καὶ ὁ κύριος ἐν εὐαγγελίοις λέγει· Ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων
εἰς ἐμέ, συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ τὰ ἑξῆς,
δηλονότι μεγάλου καὶ ἡδρασμένου ἐν τῇ πίστει καὶ κρατοῦντος τὴν κεφαλὴν τῆς ἐκκλησίας,
τὸν Χριστόν, μὴ δυναμένου σκανδαλισθῆναι. Περὶ τούτων αὐτῶν καὶ ὁ ἀπόστολος Παῦλος
σαφῶς ᾐνίξατο εἰπών· Ἐκ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες
γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα
καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ἔδειξε διὰ τοῦ ῥήματος τοῦ
ἐνδύνοντες τὸν φωλεὸν τοῦ ὄφεως τοῦ ἀπατήσαντος
τὴν πρώτην γυναῖκα· ἐφανέρωσε δὲ καὶ τὸ δολερὸν
καὶ δειλὸν τῶν τρόπων αὐτῶν καὶ τοῦ κηρύγματος
αὐτῶν τὴν ἀσθένειαν καὶ τῶν ἀπατωμένων τὸ σαθρόν· ἀνδρὸς γὰρ οὐ μέμνηται, εἰ
μὴ μόνων γυναικαρίων εὐκόλων εἰς ἀπάτην. Διὰ τοῦτο καὶ τὸ κήρυγμα αὐτῶν ἐκεῖνο
τὸ γένος ἀπατᾷ καὶ εἴπου τις γυναικώδης· καὶ ἔστιν ἰδεῖν ἐν ταῖς συναγωγαῖς αὐτῶν
πλείονα γυναικάρια ἀπατώμενα, ἐξακολουθοῦντα ἀλλοτρίοις ἀνδράσι καὶ μετ' αὐτῶν ἀδιαφόρως
συζῶντα· τὰ δὲ ἀκόλουθα τούτοις αἰσχρόν ἐστι καὶ εἰπεῖν.
»Τίς ὁ καθηγητὴς τῶν αἱρέσεων τούτων; Ὁ
καθηγητὴς πασῶν τῶν αἱρέσεών ἐστιν ὁ διάβολος.
Ὡς γὰρ ὁ Χριστὸς
καθηγητής ἐστι τῆς καθολικῆς ἐκκλησίας καὶ
παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν
μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, οὕτως καὶ ὁ διάβολος εἰς τὸ ἀπατᾶν καὶ σκορπίζειν ὢν ἕτοιμος καθηγητὴς γέγονε πασῶν
τῶν αἱρέσεων.
»…Ὁ φθονερὸς διάβολος
τῇ οἰκείᾳ κακίᾳ καὶ τῇ ἀρχαίᾳ αὐτοῦ τέχνῃ οὐ παύεται ἀπατῶν τοὺς ἀστηρίκτους· ὡς
γὰρ πρὸ τοῦ εἴδωλα μετονομάσας θεοὺς ἀπὸ τοῦ ὄντως θεοῦ ἀπεπλάνησε τοὺς ἀνθρώπους,
οὕτως καὶ νῦν πολλὰς ἐκκλησίας
ὀνομάσας, μᾶλλον δέ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, εἴδωλα ἐκκλησιῶν ἀναστήσας τῇ τοῦ Χριστοῦ ἀποταγῇ
τοὺς πειθομένους αὐτῷ, ἵν' ὥσπερ τότε διὰ τῶν λεγομένων θεῶν ἀπὸ τοῦ θεοῦ ἀπέστησεν,
οὕτως καὶ νῦν διὰ τῶν λεγομένων
παρ' αὐτοῖς ἐκκλησιῶν τῆς ὄντως ἐκκλησίας ἀποσπάσῃ...
» Ὁ τοίνυν τὸ αἷμα
τοῦ Χριστοῦ ἀρνούμενος τὴν παρουσίαν αὐτοῦ ἐνύβρισε
καὶ τὴν καταβληθεῖσαν ὑπὲρ αὐτοῦ τιμὴν ἠθέτη σε. Καὶ τί ἀπολογήσονται οἱ τὸ αἷμα
τοῦ θεοῦ ἀρνησάμενοι καὶ τῆς ἐκκλησίας δραπετεύσαντες; Εἰ γάρ, ὡς προείπομεν, οἱ
ἀπόστολοι καὶ μάρτυρες τοσαῦτα ἔπαθον ὑπὲρ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ ἐν τῇ ὁμολογίᾳ
ταύτῃ ἐτελειώθησαν, ποίας τιμωρίας εἰσὶν ἄξιοι οὗτοι οἱ ἄνευ πληγῶν, οἱ ἄνευ ξίφους,
ἄνευ παντὸς κινδύνου ἀρνησάμενοι τὴν ὑπὲρ αὐτῶν καταβληθεῖσαν τιμήν; Μηδὲ γὰρ
νομιζέτωσαν ἔχειν τι χριστιανοῦ τοῦτο ἀρνούμενοι, πάντα γὰρ τὰ μυστήρια τῶν
χριστιανῶν τούτου ἤρτηται· κἂν ἐκκλησίας εἴπῃς, κἂν γραφάς, κἂν κατηχήσεις, κἂν
βάπτισμα, κἂν θυσιαστήριον, κἂν αὐτὸ τὸ σῶμα, ἄνευ τοῦ αἵματος οὐδέν ἐστι· σῶμα γὰρ ἄνευ τοῦ αἵματος νεκρόν ἐστι, νεκρὸν δὲ εἰς θυσιαστήριον οὐδεὶς
προσφέρει.
»Ἀλλ' ἐάν τις ἀκριβῶς
ἐξετάσῃ, παντὸς ἀνθρώπου πλανηθέντος ἐλεεινότεροί
εἰσι καὶ πολλῶν θρήνων ἄξιοι οἱ ἐν ταῖς
αἱρέσεσι ταύταις πλανηθέντες.
Τοσοῦτον γὰρ κατίσχυσεν αὐτῶν ὁ πονηρὸς
καὶ ἐσκότισε τὴν ἀσύνετον αὐτῶν καρδίαν, ὡς μὴ ἐπιγινώσκειν αὐτοὺς ὃ πεπόνθασι.
Δέον γὰρ αὐτοὺς στένειν καὶ δακρύειν τοσούτων καὶ τηλικούτων ἀγαθῶν καὶ αὐτῆς τῆς
ζωῆς στερηθέντας.
»Καὶ τίς οὕτως δεδούλωται
τῷ πάθει τῆς φιλαργυρίας ὡς οἱ αἱρετικοί; Οὐ μόνον γὰρ τὰ αὐτοῖς ἐμπίπτοντα χρήματα
μετὰ ἀσφαλείας κατέχουσιν, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ὡς οἰκείων φρονισταὶ καὶ ταμεῖα
γίνονται καὶ τόκους καὶ πλεονασμοὺς συνάγουσι καὶ ἄλλοις μὲν τὰ χρήματα προσπορίζουσι,
αὐτοὶ δὲ τὰς ἀνομίας κερδαίνουσι, μόνον ἵνα τὸ πάθος τῆς πλεονεξίας αὐξήσωσιν. Οὐδεὶς γὰρ ἤκουσέ ποτε ὅτι αἱρετικὸς πάντα
πωλήσας τὰ προσόντα αὐτῷ δέδωκε πτωχοῖς καὶ ποιητὴς τῆς ἐντολῆς ταύτης γέγονε.
Ο ‘’Αναστάσιος’’ κτύπησε ξανά χθες με κείμενο Αββάδων.
ΑπάντησηΔιαγραφήhttp://anastasiosk.blogspot.gr/2015/11/blog-post_806.html
Είναι αποκλειστικό για σας και ας μην το ομολογεί.