ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ
Ὁ Οἶκος
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος, πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν, ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι, Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων,
ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον,
ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν,
καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα,
τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος,
καὶ ἀστραπῆς ἀποστίλβοντα,
τοὺς Ἀποστόλους,
καὶ μαθητάς σου Σῷτερ ἀνέδειξας,
οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν,
τῷ φωτί σου τῷ θείῳ κατηύγασαν,
δυσωποῦντές σε σῶσαι,
καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου